PG 65, col. 100

εἷπε Δεῦρο μετ’ ἐμοῦ ἕως τοῦ ποταμοῦ, καὶ ζήτησόν
μοι πλοῖον ἐπὶ τὴν Ἀλεξάνδρειαν καταπλέον, καὶ οὔ·
τως ἀνάπλευσον καὶ σὺ πρὸς τὸν ἀδελφόν σου. '0 δὲ
Ζώῖλος, ἐπὶ τῷ λόγῳ ταραχθεὶς, ἐσιώπησε. Kal οὕτως
ἐχωρίσθησαν ἀπ’ ἀλλήλων. Κατῆλθεν οὖν 6 γέρων ἐπὶ
τὰ μέρη Ἀλεξανδρείας, καὶ ἠσθένησεν ἀρρωστίαν
μεγάλην. Οἱ δὲ τούτου διακονηταὶ εἷπον πρὸς ἀλλή-
λους· Μὴ ἄρα τις ἡμῶν ἐλύπησε τὸν γέροντα, καὶ διὰ
τοῦτο ἐχωρίσθη ἀφ’ ἡμῶν ; Kal οὑχ εὖρον ὲν ἑαυτοῖς
οὐδὲν, οὔτε ὅτι παρήκουσαν αὑτοῦ ποτε. ’Υγιάνας δὲ
6 γέρων εἷπε· Πορεύσομαι πρὸς τοὺς ἐμοὺς Πατέρας.
Kal'oi'isw; ἀναπλεύσας. ἦλθεν είς τὴν Πέτραν ὅπου
ἦσαν oi διακονηταὶ αὑτοῦ. Ὄντος δὲ αὐτοῦ πλησίον
τοῦ ποταμοῦ. παιδίσκη τις Αἰθιὸπισσα ἐλθοῦσα, ἥψατο
τῆς μηλωτῆς αὑτοῦ. '0 δὲ γέρων ἐπετίμησεν αὐτῇ.
Ἠ οὖν παιδίσκη εἶπεν αὐτῷ· Εἰ μοναχδς εἷ, πορεύου
είς τὸ ὅρος. '0 δὲ γέρων ἐπὶ τῷ λόγῳ κατανυγεὶς
ἔλεγεν ὲν ἐαυτῷ· Ἀρσένιε, εί μοναχὸς εἷ, πορεύου είς
τὸ ὅρος. Kal. ἐπὶ τούτῳ ἀπήντησαν αύτῷ ὅ τε Ἀλέο
ξανδρος καὶ Ζὼῖλοςο καὶ ἐπιπεσόντων αὐτῶν τοῖς πο-
σὶν αὑτοῦ, ἔρριψεν ἑαυτὸν καὶ 6 γέρων· καὶ ἔκλαυσαν
ἀμφότεροι. Εἶπε δὲ 6 γέρων· Οὐκ ἠκούσατε ὅτι ἠσθέ-
νησα; Kal εἷπον αὐτῷ· Ναί. Kal λέγει 6 γέρων· Kal
διατί οὐκ ἤλθετε ἰδεῖν μες Kal λέγει 6 ἀϐϐᾶςἊλέξαν-
δρος ὅτι '0 χωρισμός σου ἀφ’ ἡμῶν ού γέγονε πιθανὸς.
καὶ πολλοὶ ούκ ὠφελήθησαν,λέγοντες. ὃτι Ei μὴ παρα
ήκουσαν τοῦ γέ ροντος,ούκ ἂν ἐχωρίσθη ἐξ αὐτῶν. Λέγει
αὐτοῖς· Πάλιν οὖν μέλλουσι λέγειν οἱ avo ρωποι, ὅτι Οὐχ
εὗρεν η περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, καὶ
ἀνέστρεψε πρὸς τὸν Νῶε, είς τὴν κιϐωτόν. Kal οὕτως
ὲθεραπεύθησανυ καὶ ἔμεινε μετ’ αὐτῶν ³⁵ ἕως τῆς τε·
λευτῆς αὑτοῦ.
λγ’. Εἶπεν ό ἀϐϐἄς Δανιὴλ, ὃτι Διηγὴσατο ἡμῖν 6
esse; Ἀρσένιος ὠς περὶ ἄλλου τινός· τάχα δὲ αὐτὸς
ἦν· ὅτι καθημένου τινὸς γέροντος είς τὸ, κελλίον αὺ-
τοῦ, ἦλθεν αύτῷ φωνὴ λέγουσα* Δεῦρο, καὶ δείξω σοι
τὰ ἔργα τῶν ἀνθρώπων. Kal ἀναστὰς ἐξῆλθε* καὶ
ἀπήνεγκεν αὑτὸν είς τόπον τινὰ, καὶ ἔδειξεν Αἰθίοπα
κόπτοντα ξύλα, καὶ ποιήσαντα φορτίον μέγα’ ἐπει-
ρᾶτο δὲ αὐτὸ βαστάσαι, καὶ οὐκ ὴδύνατο· καὶ ἀντὶ τοῦ
ἆραι ἐξ αὐτοῦ, πάλιν ⁸⁸ ἔκοπτε ξύλα. καὶ προσετίθει
τῷ φορτίῳ. Τοῦτο δὲ ἐπὶ πολὺ ἐποίει. Kal προϐάς
ὀλίγον πάλιν ἔδειξεν αὐτῷ ἄνθρωπον ἱστάμενον ἐπὶ
λάκκου, καὶ άντλοῦντα ὕδωρ ἐξ αὐτοῦ, καὶ μεταϐάλ-
λοντα είς δεξαμενὴν τετρημμένην, καὶ τὸ αὐτὸ ὕδωρ
ὲκχέουσαν είς τὸν λάκκον. Kal λέγει αὐτῷ πάλιν·
Δεῦρο, δείξω σοι ἄλλο. Kal θεωρεῖ ἱερὸν, καὶ δύο άν-
δρας καθημένους ἵπποις, καὶ βαστάζοντας ξύλον πλα-
γίως, ’ἐνα κατέναντι τοῦ ἑνός’ ἤθελον δὲ διὰ τῆς πύλης
εἰσελθεῖν, καὶ ούκ ἠδύναντο, διὰ τὸ εἶναι τὸ ξύλον
πλάγιον ³⁷. Ούκ ἐταπείνωσε δὲ 6 εἷς ἑαυτὸν ὀπίσω τοῦ
³⁸ Al. ἔμειναν μετ’ αὑτοῦ.
ιε Al. ἀπελθών. ἰτ Al.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.