The Church History of Eusebius 8

Eusebius of Caesarea (AD 265–339) · PG 20, 68–1464

8.1.1 The Events which preceded the Persecution in our Times

1. It is beyond our ability to describe in a suitable manner the extent and nature of the glory and freedom with which the word of piety toward the God of the universe, proclaimed to the world through Christ, was honored among all men, both Greeks and barbarians, before the persecution in our day.

[Nic. H. E. VII, 2] Ὅσης μὲν καὶ ὁποίας πρὸ τοῦ καθ’ ἡμᾶς διωγμοῦ δόξης ὁμοῦ καὶ παρρησίας ὁ διὰ Χριστοῦ τῷ βίῳ κατηγγελμένος τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας λόγος παρὰ πᾶσιν ἀνθρώποις, Ἕλλησι τε καὶ βαρβάροις, ἠξίωτο, μεῖζον ἢ καθ’ ἡμᾶς ἐπαξίως διηγήσασθαι.

8.1.2

2. The favor shown our people by the rulers might be adduced as evidence; as they committed to them the government of provinces, and on account of the great friendship which they entertained toward their doctrine, released them from anxiety in regard to sacrificing.

τεκμήρια δ’ ἂν γένοιτο τῶν κρατούντων αἱ περὶ τοὺς ἡμετέρους δεξιώσεις, οἷς καὶ τὰς τῶν ἐθνῶν ἐνεχείριζον ἡγεμονίας, τῆς περὶ τὸ θύειν ἀγωνίας κατὰ πολλὴν, ἣν ἀπέσωζον περὶ τὸ δόγμα, φιλίαν αὐτοὺς ἀπαλλάττοντες.

8.1.3

3. Why need I speak of those in the royal palaces, and of the rulers over all, who allowed the members of their households, wives and children and servants, to speak openly before them for the Divine word and life, and suffered them almost to boast of the freedom of their faith?

τί δεῖ περὶ τῶν κατὰ τοὺς βασιλικοὺς λέγειν οἴκους, καὶ τῶν ἐπὶ πᾶσιν ἀρχόντων; οἱ τοῖς οἰκείοις εἰς πρόσωπον ἐπὶ τῷ θείῳ παρρησιαζομένοις λόγῳ τε καὶ βίῳ συνεχώρουν, γαμεταῖς καὶ παισὶ καὶ οἰκέταις, μονονουχὶ καὶ ἐγκαυχᾶσθαι ἐπὶ τῇ παρρησίᾳ τῆς πίστεως ἐπιτρέποντες· οὓς ἐξόχως καὶ μᾶλλον τῶν συνθεραπόντων ἀποδεκτοὺς ἡγοῦντο.

8.1.4

4. Indeed they esteemed them highly, and preferred them to their fellow-servants. Such an one was that Dorotheus, the most devoted and faithful to them of all, and on this account especially honored by them among those who held the most honorable offices and governments. With him was the celebrated Gorgonius, and as many as had been esteemed worthy of the same distinction on account of the word of God.

οἷος ἐκεῖνος ἢν Δωρόθεος, πάντων αὐτοῖς εὐνούστατος καὶ πιστότατος, καὶ τούτων ἕνεκα διαφερόντως παρὰ τοὺς ἐν ἀρχαῖς καὶ ἡγεμονίαις αὐτοῖς τιμιωτάταις ἐντιμότατος, ὅ τε σὺν αὐτῷ περιβόητος Γοργόνιος, καὶ ὅσοι τῆς αὐτῆς ὁμοίως τούτοις ἠξίωντο διὰ τὸν τοῦ θεοῦ λόγον τιμῆς.

8.1.5

5. And one could see the rulers in every church accorded the greatest favor by all officers and governors. But how can any one describe those vast assemblies, and the multitude that crowded together in every city, and the famous gatherings in the houses of prayer; on whose account not being satisfied with the ancient buildings they erected from the foundation large churches in all the cities?

οἵας τε καὶ τοὺς καθ’ ἑκάστην ἐκκλησίαν ἄρχοντας παρὰ πᾶσιν ἐπιτρόποις καὶ ἡγεμόσιν ἀποδοχῆς ἦν ὁρᾶν ἀξιουμένους. πῶς δ’ ἄν τις διαγράψειε τὰς μυριάνδρους ἐκείνας ἐπισυναγωγὰς καὶ τὰ πλήθη τῶν κατὰ πᾶσαν πόλιν ἀθροισμάτων, τάς τε ἐπισήμους ἐν τοῖς προσευκτηρίοις συνδρομὰς, ὧν δὴ ἕνεκα μηδαμῶς ἔτι τοῖς παλαιοῖς οἰκοδομήμασιν ἀρκούμενοι εὐρείας εἰς πλάτος ἀνὰ πάσας τὰς πόλεις ἐκ θεμελίων ἀνίστων ἐκκλησίας.

8.1.6

6. No envy hindered the progress of these affairs which advanced gradually, and grew and increased day by day. Nor could any evil demon slander them or hinder them through human counsels, so long as the divine and heavenly hand watched over and guarded his own people as worthy.

ταῦτα δὲ τοῖς χρόνοις προιόντα, ὁσημέραι τε εἰς αὔξησιν καὶ μέγεθος ἐπιδιδόντα οὐδεὶς ἀνεῖργε φθόνος, οὐδέ τις δαίμων πονηρὸς οἰός τε ἦν βασκαίνειν οὐδ’ ἀνθρώπων ἐπιβουλαῖς κωλύειν, εἰς ὅσον ἡ θεία καὶ οὐράνιος χεὶρ ἔσκεπέ τε καὶ ἐφρούρει οἷα δὴ ἄξιον ὄντα τὸν ἑαυτῆς λαόν.

8.1.7

7. But when on account of the abundant freedom, we fell into laxity and sloth, and envied and reviled each other, and were almost, as it were, taking up arms against one another, rulers assailing rulers with words like spears, and people forming parties against people, and monstrous hypocrisy and dissimulation rising to the greatest height of wickedness, the divine judgment with forbearance, as is its pleasure, while the multitudes yet continued to assemble, gently and moderately harassed the episcopacy.

ὡς δὲ ἐκ τῆς ἐπὶ πλέον ἐλευθερίας ἐπὶ χαυνότητα καὶ νωθρίαν τὰ καθ’ ἡμᾶς μετηλλάττετο, ἄλλων ἄλλοις διαφθονουμένων καὶ διαλοιδορουμένων, καὶ μονονουχὶ ἡμῶν αὐτῶν ἑαυτοῖς προσπολεμούντων ὅπλοις, εἰ οὕτω τύχοι, καὶ δόρασι τοῖς διὰ λόγων, ἀρχόντων τε ἄρχουσι προσρηγνύντων, καὶ λαῶν ἐπὶ λαοὺς καταστασιαζόντων, τῆς τε ὑποκρίσεως ἀφάτου καὶ τῆς εἰρωνείας ἐπὶ πλεῖστον ὅσον κακίας προϊούσης, ἡ μὲν δὴ θεία κρίσις, οἷα φίλον αὐτῇ, πεφεισμένως, τῶν ἀθροισμάτων ἔτι συγκροτουμένων, ἠρέμα καὶ μετρίως τὴν αὐτῆς ἐπισκοπὴν ἀνεκίνει, ἐκ τῶν ἐν στρατείαις ἀδελφῶν καταρχομένου τοῦ διωγμοῦ.

8.1.8

8. This persecution began with the brethren in the army. But as if without sensibility, we were not eager to make the Deity favorable and propitious; and some, like atheists, thought that our affairs were unheeded and ungoverned; and thus we added one wickedness to another. And those esteemed our shepherds, casting aside the bond of piety, were excited to conflicts with one another, and did nothing else than heap up strifes and threats and jealousy and enmity and hatred toward each other, like tyrants eagerly endeavoring to assert their power. Then, truly, according to the word of Jeremiah, “The Lord in his wrath darkened the daughter of Zion, and cast down the glory of Israel from heaven to earth, and remembered not his foot-stool in the day of his anger. The Lord also overwhelmed all the beautiful things of Israel, and threw down all his strongholds.”

ὡς δ’ ἀνεπαισθήτως ἔχοντες οὐχ ὅπως εὐμενὲς καὶ ἵλεω καταστήσεσθαι τὸ θεῖον προυθυμούμεθα, οἷα δέ τινες ἄθεοι ἀφρόντιστα καὶ ἀνεπί σκόπα τὰ καθ’ ἡμὰς ἡγούμενοι ἄλλας ἐπ’ ἄλλαις προσετίθεμεν κακίας, οἵ τε δοκοῦντες ἡμῶν τοιμένες μένες τὸν τῆς θεοσεβείας θεσμὸν παρωσάμενοι ταῖς πρὸς ἀλλήλους ἀνεφλέγοντο φιλονεικίαις, αὐτὰ δὴ ταῦτα μόνα, τὰς ἔρεις καὶ τὰς ἀπειλὰς τόν τε ζῆλον καὶ τὸ πρὸς ἀλλήλους ἔχθος τε καὶ μῖσος ἀπαύζοντες, οἶά τε τυραννίδας τὰς φιλαρχίας ἐκθύμως διεκδικοῦντες, τότε δὴ, τότε κατὰ τὴν φάσκουσαν τοῦ Ἱερεμίου φωνὴν „ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιὼν, καὶ κατέρριψεν οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραὴλ, οὐκ ἐμνήσθη τε ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ· ἀλλὰ καὶ κατεπόντισε κύριος πάντα τὰ ὡραῖα Ἰσραὴλ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ,“

8.1.9

9. And according to what was foretold in the Psalms: “He has made void the covenant of his servant, and profaned his sanctuary to the earth,—in the destruction of the churches,—and has thrown down all his strongholds, and has made his fortresses cowardice. All that pass by have plundered the multitude of the people; and he has become besides a reproach to his neighbors. For he has exalted the right hand of his enemies, and has turned back the help of his sword, and has not taken his part in the war. But he has deprived him of purification, and has cast his throne to the ground. He has shortened the days of his time, and besides all, has poured out shame upon him.”

κατά τε τὰ ἐν ψαλμοῖς προθεσπισθέντα κατέστρεψε τὴν διαθήκην τοῦ δούλου αὐτοῦ, καὶ ἐβεβήλωσεν εἰς γῆν διὰ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως τὸ ἁγίασμα αὐτοῦ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθετο τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· διήρπασάν τε τὰ πλήθη τοῦ λαοῦ πάντες οἱ διοδεύοντες ὁδὸν, καὶ δὴ ἐπὶ τούτοις ὄνειδος ἐγενήθη τοῖς γείτοσιν αὐτοῦ. ὕψωσε γὰρ τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβετο αὐτοῦ ἐν τῷ πολέμῳ· ἀλλὰ καὶ κατέλυσεν ἀπὸ καθαρισμοῦ αὐτὸν καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξεν· ἐσμίκρυνέ τε τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, καὶ ἐπὶ πᾶσι κατέχεεν αὐτοῦ αἰσχύνην.

8.2.1 The Destruction of the Churches

1. All these things were fulfilled in us, when we saw with our own eyes the houses of prayer thrown down to the very foundations, and the Divine and Sacred Scriptures committed to the flames in the midst of the market-places, and the shepherds of the churches basely hidden here and there, and some of them captured ignominiously, and mocked by their enemies. When also, according to another prophetic word, “Contempt was poured out upon rulers, and he caused them to wander in an untrodden and pathless way.”

[Nic. H. E. VII, 3] Συντετέλεσται δῆτα καθ’ ἡμᾶς πάντα, ὁπηνίκα τῶν μὲν προσευκτηρίων τοὺς οἴκους ἐξ ὕψους εἰς ἔδαφος αὐτοῖς θεμελίοις καταρριπτουμένους, τὰς δὲ ἐνθέους καὶ ἱερὰς γραφὰς κατὰ μέσας ἀγορὰς πυρὶ παραδιδομένας αὐτοῖς ἐπείδομεν ὀφθαλμοῖς, τούς τε τῶν ἐκκλησιῶν ποιμένας αἰσχρῶς ὧδε κἀκεῖσε κρυπταζομένους, τοὺς δὲ ἀσχημόνως ἁλισκομένους, καὶ πρὸς τῶν ἐχθρῶν καταπαιζομένους, ὅτε καὶκ κατ’ προφητικὸν λόγον, ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. “

8.2.2

2. But it is not our place to describe the sad misfortunes which finally came upon them, as we do not think it proper, moreover, to record their divisions and unnatural conduct to each other before the persecution. Wherefore we have decided to relate nothing concerning them except the things in which we can vindicate the Divine judgment.

ἀλλὰ τούτων μὲν οὐχ ἡμέτερον διαγράφειν τὰς ἐπὶ τέλει σκυθρωπὰς συμφορὰς, ἐπεὶ καὶ τὰς πρόσθεν τοῦ διωγμοῦ διαστάσεις τε αὐτῶν εἰς ἀλλήλους καὶ ἀτοπίας οὐχ ἡμῖν οἰκεῖον μνήμῃ παραδιδόναι. διὸ καὶ πλέον οὐδὲν ἱστορῆσαι περὶ αὐτῶν διέγνωμεν ἢ δι’ ὧν ἂν τὴν θείαν δικαιώσαιμεν κρίσιν.

8.2.3

3. Hence we shall not mention those who were shaken by the persecution, nor those who in everything pertaining to salvation were shipwrecked, and by their own will were sunk in the depths of the flood. But we shall introduce into this history in general only those events which may be usefull first to ourselves and afterwards to posterity. Let us therefore proceed to describe briefly the sacred conflicts of the witnesses of the Divine Word.

οὐκοῦν οὐδὲ τῶν πρὸς τοῦ διωγμοῦ πεπειραμένων, ἢ τῶν εἰς ἅπαν τῆς σωτηρίας νεναυαγηκότων, αὐτῇ τε γνώμῃ τοῖς τοῦ κλύδωνος ἐναπορριφέντων βυθοῖς, μνήμην ποιήσασθαι προήχθημεν, μόνα δὲ ἐκεῖνα τῇ καθόλου προσθήσομεν ἱστορίᾳ, ἃ πρώτοις μὲν ἡμῖν αὐτοῖς, ἔπειτα δὲ καὶ τοῖς μεθ’ ἡμᾶς γένοιτ’ ἂν πρὸς ὠφελείας. ἴωμεν οὖν ἐντεῦθεν ἤδη, τοὺς ἱεροὺς ἀγῶνας τῶν τοῦ θεοῦ λόγου μαρτύρων ἐν ἐπιτομῇ διαγράψοντες.

8.2.4

4. It was in the nineteenth year of the reign of Diocletian, in the month Dystrus, called March by the Romans, when the feast of the Saviour’s passion was near at hand, that royal edicts were published everywhere, commanding that the churches be leveled to the ground and the Scriptures be destroyed by fire, and ordering that those who held places of honor be degraded, and that the household servants, if they persisted in the profession of Christianity, be deprived of freedom.

ἔτος τοῦτο ἦν ἐννεακαιδέκατου τῆς Διοκλητιανοῦ βασιλείας, Δύστρος μὲν, λέγοιτο δ’ ἂν οὗτος Μάρτιος κατὰ Ῥωμαίους), ἐν ᾧ τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπελαυνούσης ἥπλωτο πανταχόσε βασιλικὰ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα, καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερεῖσθαι προαγορεύοντα.

8.2.5 PG 20, 1460

5. Such was the first edict against us. But not long after, other decrees were issued, commanding that all the rulers of the churches in every place be first thrown into prison, and afterwards by every artifice be compelled to sacrifice.

καὶ ἡ μὲν πρώτη καθ’ ἡμῶν γραφὴ τοιαύτη τις ἠν· μετ’ οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας τοὺς κατὰ πάντα τόπον πρῶτα μὲν δεσμοῖς παραδίδοσθαι, εἶθ᾿ ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι.

8.3.1 The Nature of the Conflicts endured in the Persecution PG 20, 1463

1. Then truly a great many rulers of the churches eagerly endured terrible sufferings, and furnished examples of noble conflicts. But a multitude of others, benumbed in spirit by fear, were easily weakened at the first onset. Of the rest each one endured different forms of torture. The body of one was scourged with rods. Another was punished with insupportable rackings and scrapings, in which some suffered a miserable death.

[Nic. H. E. VII, 4] Τότε δὴ οὖν, τότε πλεῖστοι μὲν ὅσοι τῶν ἐκκλησιῶν ἄρχοντες, δειναῖς αἰκίαις προθύμως ἐναθλήσαντες, μεγάλων ἀγώνων ἱστορίας ἐπεδείξαντο, μυρίοι δ᾿ ἄλλοι τὴν ψυχὴν ὑπὸ δειλίας προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων ἐνήλλαττεν, ὁ μὲν μάστιξιν αἰκιζόμενος τὸ σῶμα, ὁ δὲ στρεβλώσεσι καὶ ξεσμοῖς ἀνυπομονήτοις τιμωρούμενος, ἐφ᾿ οἷς ἤδη τινὲς οὐκ αἴσιον ἀπηνέγκαντο τοῦ βίου τέλος.

8.3.2 PG 20, 1463

2. Others passed through different conflicts. Thus one, while those around pressed him on by force and dragged him to the abominable and impure sacrifices, was dismissed as if he had sacrificed, though he had not. Another, though he had not approached at all, nor touched any polluted thing, when others said that he had sacrificed, went away, bearing the accusation in silence.

ἄλλοι δ᾿ αὖ πάλιν ἄλλως τὸν ἀγῶνα διεξῄεσαν· ὁ μὲν γάρ τις ἑτέρων βίᾳ συνωθούντων καὶ ταῖς παμμιάροις καὶ ἀνάγνοις προσαγόντων θυσίαις ὡς τεθυκὼς ἀπηλλάττετο, καὶ εἰ μὴ τεθυκὼς ἦν, ὁ δὲ μηδ᾿ ὅλως προσπελάσας, μηδέ τινος ἐναγοῦς ἐφαψάμενος, εἰρηκότων δ᾿ ἑτέρων ὅτι τεθύκοι, σιωπῇ φέρων τὴν συκοφαντίαν ἀπῄει, ἄλλος ἡμιθανὴς αἰρόμενος ὡσὰν ἤδη νεκρὸς ἐρρίπτετο.

8.3.3

3. Another being taken up half dead, was cast aside as if already dead, and again a certain one lying upon the ground was dragged a long distance by his feet and counted among those who had sacrificed. One cried out and with a loud voice testified his rejection of the sacrifice; another shouted that he was a Christian, being resplendent in the confession of the saving Name. Another protested that he had not sacrificed and never would.

καί τις αὖ πάλιν ἐπ᾿ ἐδάφους κείμενος μακρὰν ἐσύρετο τοῖν ποδοῖν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος· ὁ δέ τις ἐβόα, καὶ μεγάλῃ διεμαρτύρετο φωνῇ τῆς θυσίας τὴν ἄρνησιν· καὶ ἄλλος Χριστιανὸς εἶναι ἐκεκράγει, τῇ τοῦ σωτηρίου προσρήματος ὁμολογίᾳ λαμπρυνόμενος· ἕτερος τὸ μὴ τεθυκέναι μήτε θύσειν ποτὲ διετείνετο.

8.3.4

4. But they were struck in the mouth and silenced by a large band of soldiers who were drawn up for this purpose; and they were smitten on the face and cheeks and driven away by force; so important did the enemies of piety regard it, by any means, to seem to have accomplished their purpose. But these things did not avail them against the holy martyrs; for an accurate description of whom, what word of ours could suffice?

ὅμως δ᾿ οὖν καὶ οἵδε πολυχειρίᾳ τῆς ἐπὶ τοῦτο τεταγμένης στρατιωτικῆς παρατάξεως κατὰ στόματος παιόμενοι καὶ κατασιγαζόμενοι, κατά τε προσώπου καὶ παρειῶν τυπτόμενοι μετὰ βίας ἐξω- θοῦντο. οὕτως ἐξ ἅπαντος οἶ τῆς θεοσεβείας ἐχθροὶ τὸ δοκεῖν ἠνυκέναι περὶ πολλοῦ ἐτίθεντο. ἀλλ’ οὐ καὶ κατὰ τῶν ἁγίων αὐτοῖς μαρτύρων ταῦτα προυχώρει, ὧν εἰς ἀκριβῆ διήγησιν τίς ἄν ἡμῖν ἐξαρκέσειε λόγος;

8.4.1 The Famous Martyrs of God, who filled Every Place with their Memory and won Various Crowns in behalf of Religion

1. For we might tell of many who showed admirable zeal for the religion of the God of the universe, not only from the beginning of the general persecution, but long before that time, while yet peace prevailed.

[Nic. H. E. VII, 3] Μυρίους μὲν γὰρ ἱστορήσαι ἄν τις θαυμαστὴν ὑπὲρ εὐσεβείας τοῦ θεοῦ τῶν ὅλων ἐνδεδειγμένους προθυμίαν, οὐκ ἐξότουπερ μόνον ὁ κατὰ πάντων ἀνεκινήθη διωγμὸς, πολὺ πρότερον δὲ, καθ’ ὃν ἔτι τὰ τῆς εἰρήνης συνεκροτεῖτο.

8.4.2

2. For though he who had received power was seemingly aroused now as from a deep sleep, yet from the time after Decius and Valerian, he had been plotting secretly and without notice against the churches. He did not wage war against all of us at once, but made trial at first only of those in the army. For he supposed that the others could be taken easily if he should first attack and subdue these. Thereupon many of the soldiers were seen most cheerfully embracing private life, so that they might not deny their piety toward the Creator of the universe.

ἄρτι γὰρ ἄρτι πρῶτον ὥσπερ ἀπὸ κάρου βαθέος ὑποκινουμένου τοῦ τὴν ἐξουσίαν εἰληφότος, κρύβδην τε ἔτι καὶ ἀφανῶς μετὰ τὸν ἀπὸ Δεκίου καὶ Οὐαλεριανοῦ μεταξὺ χρόνον ταῖς ἐκκλησίαις ἐπιχειροῦντος, οὐκ ἀθρόως τε τῷ καθ’ ἡμῶν ἐπαποδυομένου πολέμῳ, ἀλλ’ ἔτι τῶν κατὰ τὰ στρατόπεδα μόνων ἀποπειρωμένου — ταύτῃ γὰρ καὶ τοὺς λοιποὺς ἁλῶναι ῥᾳδίως ᾤετο, εἰ πρότερον ἐκείνων καταγωνισάμενος περιγένοιτο —, πλείστους παρῆν τῶν ἐν στρατείαις ὁρᾶν ἀσμενέστατα τὸν ἰδιωτικὸν προασπαζομένους βίον, ὡς ἂν μὴ ἔξαρνοι γένοιντο τῆς περὶ τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας.

8.4.3

3. For when the commander, whoever he was, began to persecute the soldiers, separating into tribes and purging those who were enrolled in the army, giving them the choice either by obeying to receive the honor which belonged to them, or on the other hand to be deprived of it if they disobeyed the command, a great many soldiers of Christ’s kingdom, without hesitation, instantly preferred the confession of him to the seeming glory and prosperity which they were enjoying.

ὡς γὰρ ὁ στρατοπεδάρχης, ὅστις ποτὲ ἦν ἐκεῖνος, ἄρτι πρῶτον ἐνεχείρει τῷ κατὰ τῶν στρατευμάτων διωγμῷ, φυλοκρινῶν καὶ διακαθαίρων τοὺς ἐν τοῖς στρατοπέδοις ἀναφερομένους, αἵρεσίν τε διδοὺς ἢ πειθαρχοῦσιν ἧς μετῆν αὐτοῖς ἀπολαύειν τιμῆς, ἢ τοὐναντίον στέρεσθαι ταύτης, εἰ ἀντιτάττοιντο τῷ προστάγματι, πλεῖστοι ὅσοι τῆς Χριστοῦ βασιλείας στρατιῶται τὴν εἰς αὐτὸν ὁμολογίαν, μὴ μελλήσαντες, τῆς δοκούσης δόξης καὶ εὐπραγίας ἧς εἶχον ἀναμφιλόγως προυτίμησαν.

8.4.4

4. And one and another of them occasionally received in exchange, for their pious constancy, not only the loss of position, but death. But as yet the instigator of this plot proceeded with moderation, and ventured so far as blood only in some instances; for the multitude of believers, as it is likely, made him afraid, and deterred him from waging war at once against all.

ἤδη δὲ σπανίως τού- τῶν εἷς που καὶ δεύτερος οὐ μόνον τῆς ἀξίας τὴν ἀποβολὴν, ἀλλὰ καὶ θάνατον τῆς εὐσεβοῦς ἐνστάσεως ἀντικατηλλάττοντο, μετρίως πως ἤδη τότε τοῦ τὴν ἐπιβολὴν ἐνεργοῦντος καὶ μέχρις αἵματος ἐπ’ ἐνίων φθάνειν ἐπιτολμῶντος, τοῦ πλήθους, ὡς ἔοικε, τῶν πιστῶν δεδιττομένου τε αὐτὸν ἔτι καὶ ἀποκναίοντος ἐπὶ τὸν κατὰ πάντων ἀθρόως ἐφορμῆσαι πόλεμον.

8.4.5

5. But when he made the attack more boldly, it is impossible to relate how many and what sort of martyrs of God could be seen, among the inhabitants of all the cities and countries.

ὡς δὲ καὶ γυμνότερον ἐπαπεδύετο οὐδ’ ἔστι λόγῳ δυνατὸν ἀφηγήσασθαι, ὅσους καὶ ὁποίους τοῦ θεοῦ μάρτυρας ὀφθαλμοῖς παρῆν ὁρᾶν τοῖς ἀνὰ πάσας τάς τε πόλεις καὶ τὰς χώρας οἰκοῦσιν.

8.5 Those in Nicomedia

1. Immediately on the publication of the decree against the churches in Nicomedia, a certain man, not obscure but very highly honored with distinguished temporal dignities, moved with zeal toward God, and incited with ardent faith, seized the edict as it was posted openly and publicly, and tore it to pieces as a profane and impious thing; and this was done while two of the sovereigns were in the same city,—the oldest of all, and the one who held the fourth place in the government after him.

2. But this man, first in that place, after distinguishing himself in such a manner suffered those things which were likely to follow such daring, and kept his spirit cheerful and undisturbed till death.

[Nic H. E. VII, 5] Αὐτίκα γοῦν τῶν οὐκ ἀσήμων τις, ἀλλὰ καὶ ἄγαν κατὰ τὰς ἐν τῷ βίῳ νενομισμένας ὑπεροχὰς ἐνδοξοτάτων, ἅμα τῷ τὴν κατὰ τῶν ἐκκλησιῶν ἐν τῇ Νικομηδείᾳ προτεθῆναι γραφὴν, ζήλῳ τῷ κατὰ θεὸν ὑποκινηθεὶς, διαπύρῳ τε ἐφορμήσας τῇ πίστει, ἐν προφανεῖ καὶ δημοσίῳ κειμένην ὡς ἀνοσίαν καὶ ἀσεβεστάτην ἀνελὼν σπαράττει, δυοῖν ἐπιπαρόντων κατὰ τὴν αὐτὴν πόλιν βασιλέων, τοῦ τε πρεσβυτάτου τῶν ἄλλων καὶ τοῦ τὸν τέταρτον ἀπὸ τούτου τῆς ἀρχῆς ἐπικρατοῦντος βαθμόν. ἀλλ’ οὗτος μὲν τῶν τηνικάδε πρῶτος τοῦτον διαπρέψας τὸν τρόπον, ἄμα τε τοιαῦτα, οἷα καὶ εἰκὸς ἦν, ὑπομείνας ὡσὰν ἐπὶ τοιούτῳ τολμήματι, τὸ ἄλυπον καὶ ἀτάραχον εἰς αὐτὴν τελευταίαν διετήρησεν ἀναπνοήν.

8.6.1 Those in the Palace

1. This period produced divine and illustrious martyrs, above all whose praises have ever been sung and who have been celebrated for courage, whether among Greeks or barbarians, in the person of Dorotheus and the servants that were with him in the palace. Although they received the highest honors from their masters, and were treated by them as their own children, they esteemed reproaches and trials for religion, and the many forms of death that were invented against them, as, in truth, greater riches than the glory and luxury of this life.

[Nic. H. E. VH, 5] Πάντων δὲ, ὅσοι τῶν πώποτε ἀνυμνοῦνται θαυμάσιοι καὶ ἐπ’ ἀνδρείᾳ βεβοημένοι, εἴτε παρ’ Ἕλλησιν εἴτε παρὰ βαρβάροις, θείους ἤνεγκεν ὁ καιρὸς καὶ διαπρεπεῖς μάρτυρας τοὺς ἀμφὶ τὸν Δωρόθεον βασιλικοὺς παῖδας, οἱ καὶ τῆς ἀνωτάτω παρὰ τοῖς δεσπόταις ἠξιωμένοι τιμῆς, γνησίων τε αὐτοῖς διαθέσει τέκνων οὐ λειπόμενοι, μείζονα πλοῦτον ὡς ἀληθῶς ἥγηνται τῆς τοῦ βίου δόξης καὶ τρυφῆς τοὺς ὑπὲρ εὐσεβείας ὀνειδισμούς τε καὶ πόνους, καὶ τοὺς κεκαινουργημένους ἐπ’ αὐτοῖς πολυτρόπους θανάτους, ὧν ἑνός τινος οἵω κέχρηται μνησθέντες τῷ τοῦ βίου τέλει, σκοπεῖν ἐξ αὐτοῦ καὶ τὰ τοῖς ἄλλοις συμβεβηκότα τοῖς ἐντυγχάνουσι καταλείψομεν.

8.6.2

2. We will describe the manner in which one of them ended his life, and leave our readers to infer from his case the sufferings of the others. A certain man was brought forward in the above-mentioned city, before the rulers of whom we have spoken. He was then commanded to sacrifice, but as he refused, he was ordered to be stripped and raised on high and beaten with rods over his entire body, until, being conquered, he should, even against his will, do what was commanded.

ἤγετό τις εἰς μέσον κατὰ τὴν προειρημένην πόλιν ἐφ’ ὧν δεδηλώκαμεν ἀρχόντων. θύειν δὴ οὖν προσταχθεὶς, ὡς ἐνίστατο, γυμνὸς μετάρσιος ἀρθῆναι κελεύεται, μάστιξί τε τὸ πᾶν σῶμα καταξαίνεσθαι, εἰσότε ἡττηθεὶς κἂν ἄκων τὸ προσταττόμενον ποιήσειεν.

8.6.3

3. But as he was unmoved by these sufferings, and his bones were already appearing, they mixed vinegar with salt and poured it upon the mangled parts of his body. As he scorned these agonies, a gridiron and fire were brought forward. And the remnants of his body, like flesh intended for eating, were placed on the fire, not at once, lest he should expire instantly, but a little at a time. And those who placed him on the pyre were not permitted to desist until, after such sufferings, he should assent to the things commanded.

ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος λοιπὸν ἤδη τῶν ὀστέων ὑποφαινομένων αὐτοῦ σὺν καὶ ἅλατι φύραντες κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ ταύτας ἐπάτει τὰς ἀλγηδόνας, ἐσχάρα τοὐντεῦθεν καὶ πῦρ εἰς μέσον εἵλκετο, καὶ κρεῶν ἐδωδίμων δίκην τὰ λείψανα αὐτῷ τοῦ σώματος ὑπὸ τοῦ πυρὸς οὐκ εἰς ἄθρουν, ὡς ἂν μὴ συντόμως ἀπαλλαγείη, κατὰ βραχὺ δὲ ἀνηλίσκετο, οὐ πρότερον ἀνεῖναι τῶν ἐπιτιθέντων αὐτὸν τῇ πυρᾷ συγχωρουμένων, πρὶν ἂν καὶ μετὰ τοσαῦτα τοῖς προστασσομένοις ἐπινεύσειεν.

8.6.4

4. But he held his purpose firmly, and victoriously gave up his life while the tortures were still going on. Such was the martyrdom of one of the servants of the palace, who was indeed well worthy of his name, for he was called Peter.

ὁ δ’ ἀπρὶξ ἐχόμενος τῆς προθέσεως νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασάνοις. τοιοῦτον τῶν βασιλικῶν ἑνὸς τὸ μαρτύριον παίδων, ἄξιον ὡς ὄντως καὶ τῆς προσηγορίας· Πέτρος γὰρ ἐκαλεῖτο.

8.6.5

5. The martyrdoms of the rest, though they were not inferior to his, we will pass by for the sake of brevity, recording only that Dorotheus and Gorgonius, with many others of the royal household, after varied sufferings, ended their lives by strangling, and bore away the trophies of God-given victory.

οὐ χείρονα δὲ καὶ τὰ κατὰ τοὺς λοιποὺς ὄντα, λόγου φειδόμενοι συμμετρίας, παραλείψομεν, τοσοῦτον ἱστορήσαντες, ὡς ὅ τε Δωρόθεος καὶ ὁ Γοργόνιος, ἑτέροις ἅμα πλείοσι τῆς βασιλικῆς οἰκετίας, μετὰ τοὺς πολυτρόπους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο βραβεῖα.

8.6.6

6. At this time Anthimus, who then presided over the church in Nicomedia, was beheaded for his testimony to Christ. A great multitude of martyrs were added to him, a conflagration having broken out in those very days in the palace at Nicomedia, I know not how, which through a false suspicion was laid to our people. Entire families of the pious in that place were put to death in masses at the royal command, some by the sword, and others by fire. It is reported that with a certain divine and indescribable eagerness men and women rushed into the fire. And the executioners bound a large number of others and put them on boats and threw them into the depths of the sea.

ἐν τούτῳ τῆς κατὰ Νικομήδειαν ἐκκλησίας ὁ τηνικαῦτα προεστὼς Ἄνθιμος διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος ἄθρουν μαρτύρων προστίθεται, οὐκ οἶδ᾿ ὅπως ἐν τοῖς κατὰ τὴν Νικομήδειαν βασιλείοις πυρκαϊᾶς ἐν αὐταῖς δὴ ταῖς ἡμέραις ἁφθείσης, ἣν καθ᾿ ὑπόνοιαν ψευδῆ πρὸς τῶν ἡμετέρων ἐπιχειρηθῆναι λόγου διαδοθέντος, πργγενῆ σωρηδὸν βασιλικῷ νεύματι τῶν τῇδε θεοσεβῶν οἱ μὲν ξίφει κατεσφάττοντο, οἱ δὲ διὰ πυρὸς ἐτελειοῦντο. ὅ τε λόγος ἔχει προθυμίᾳ τινὶ ἀρρήτῳ ἄνδρας ἅμα γυναιξὶν ἐπὶ τὴν πυρὰν καθάλλεσθαι· δήσαντες δὲ οἱ δήμιοι ἄλλο τι πλῆθος ἐπὶ σκάφαις τοῖς θαλαττίοις ἐναπέρριπτον βυθοῖς.

8.6.7

7. And those who had been esteemed their masters considered it necessary to dig up the bodies of the imperial servants, who had been committed to the earth with suitable burial and cast them into the sea, lest any, as they thought, regarding them as gods, might worship them lying in their sepulchers.

τοὺς δέ γε βασιλικοὺς μετὰ θάνατον παῖδας, γῇ μετὰ τῆς προσηκούσης κηδείας παραδοθέντας, αὖθις ἐξ ὑπαρχῆς ἀνορύξαντες ἐναπορρῖψαι θαλάσσῃ καὶ αὐτοὺς ᾤοντο δεῖν οἶ νενομισμένοι δεσπόται, ὡς ἂν μὴ ἐν μνήμασιν ἀποκειμένους προσκυνοῖέν τινες, θεοὺς δὴ αὐτοὺς, ὥς γε ᾤοντο, λογιζόμενοι. καὶ τὰ μὲν ἐπὶ τῆς Νικομηδείας κατὰ τὴν ἀρχὴν ἀποτελεσθέντα τοῦ διωγμοῦ τοιαῦτα.

8.6.8

8. Such things occurred in Nicomedia at the beginning of the persecution. But not long after, as persons in the country called Melitene, and others throughout Syria, attempted to usurp the government, a royal edict directed that the rulers of the churches everywhere should be thrown into prison and bonds.

οὐκ εἰς μακρὸν δὲ ἑτέρων κατὰ τὴν Μελιτηνὴν οὕτω καλουμένην χώραν, καὶ αὖ πάλιν ἄλλων ἀμφὶ τὴν Συρίαν ἐπιφυῆναι τῇ βασιλείᾳ πεπειραμένων, τοὺς πανταχόσε τῶν ἐκκλησιῶν προεστῶτας εἱρκταῖς καὶ δεσμοῖς ἐνεῖραι πρόσταγμα ἐφοίτα βασιλικόν.

8.6.9

9. What was to be seen after this exceeds all description. A vast multitude were imprisoned in every place; and the prisons everywhere, which had long before been prepared for murderers and robbers of graves, were filled with bishops, presbyters and deacons, readers and exorcists, so that room was no longer left in them for those condemned for crimes.

καὶ ἦν ἡ θέα τῶν ἐπὶ τούτοις γινομένων πᾶσαν διήγησιν ὑπεραίρουσα, μυρίου πλήθους ἐν παντὶ τόπῳ καθειργνυμένου, καὶ τὰ πανταχῆ δεσμωτήρια, ἀνδροφόνοις καὶ τυμβωρύχοις πάλαι πρότερον ἐπεσκευασμένα, τότε πλη- ρούντων ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων, ἀναγνωστῶν τε καὶ ἐπορκιστῶν, ὡς μηδὲ χώραν ἔτι τοῖς ἐπὶ κακουργίαις κατακρίτοις αὐτόθι λείπεσθαι.

8.6.10

10. And as other decrees followed the first, directing that those in prison if they would sacrifice should be permitted to depart in freedom, but that those who refused should be harassed with many tortures, how could any one, again, number the multitude of martyrs in every province, and especially of those in Africa, and Mauritania, and Thebais, and Egypt? From this last country many went into other cities and provinces, and became illustrious through martyrdom.

αὖθις δ᾿ ἑτέρων τὰ πρῶτα γράμματα ἐπικατειληφότων, ἐν οἷς τοὺς κατακλείστους θύσαντας μὲν ἐᾶν βαδίζειν ἐπ᾿ ἐλευθερίας, ἐνισταμένους δὲ μυρίαις καταξαίνειν προστέτακτο βασάνοις, πῶς ἂν πάλιν ἐνταῦθα τῶν καθ᾿ ἑκάστην ἐπαρχίαν μαρτύρων ἀριθμήσειέ τις τὸ πλῆθος, καὶ μάλιστα τῶν κατὰ τὴν Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος, Θηβαΐδα τε καὶ κατ᾿ Αἴγυπτον, ἐξ ἧς καὶ εἰς ἑτέρας ἤδη προελθόντες πόλεις τε καὶ ἐπαρχίας διέπρεψαν τοῖς μαρτυρίοις.

8.7.1 The Egyptians in Phœnicia

1. Those of them that were conspicuous in Palestine we know, as also those that were at Tyre in Phœnicia. Who that saw them was not astonished at the numberless stripes, and at the firmness which these truly wonderful athletes of religion exhibited under them? and at their contest, immediately after the scourging, with bloodthirsty wild beasts, as they were cast before leopards and different kinds of bears and wild boars and bulls goaded with fire and red-hot iron? and at the marvelous endurance of these noble men in the face of all sorts of wild beasts?

[Nic. H. E. VII, 7] Ἴσμεν γοῦν τοὺς ἐξ αὐτῶν διαλάμψαντας ἐν Παλαιστίνῃ, ἴσμεν δὲ καὶ τοὺς ἐν Τύρῳ τῆς Φοινίκης, οὓς τίς ἰδὼν οὐ κατεπλάγη τὰς ἀναριθμήτους μάστιγας, καὶ τὰς ἐν τούτοις τῶν ὡς ἀληθῶς παραδόξων τῆς θεοσεβείας ἀθλητῶν ἐνστάσεις, τόν τε παραχρῆμα μετὰ τὰς μάστιγας ἐν θηρσὶν αἱμοβόροις ἀγῶνα, καὶ τὰς ἐν τούτῳ παρδάλεων καὶ διαφόρων ἄρκτων, συῶν τε ἀγρίων καὶ πυρὶ καὶ σιδήρῳ κεκαυτηριασμένων βοῶν προσβολὰς, καὶ τὰς πρὸς ἕκαστον τῶν θηρίων θαυμασίους τῶν γενναίων ὑπομονάς;

8.7.2

2. We were present ourselves when these things occurred, and have put on record the divine power of our martyred Saviour Jesus Christ, which was present and manifested itself mightily in the martyrs. For a long time the man-devouring beasts did not dare to touch or draw near the bodies of those dear to God, but rushed upon the others who from the outside irritated and urged them on. And they would not in the least touch the holy athletes, as they stood alone and naked and shook their hands at them to draw them toward themselves,—for they were commanded to do this. But whenever they rushed at them, they were restrained as if by some divine power and retreated again.

οἷς γινομένοις καὶ αὐτοὶ παρῆμεν, ὁπηνίκα τοῦ μαρτυρουμένου σωτῆρος ἡμῶν αὐτοῦ δὴ Ἰησοῦ Χριστοῦ τὴν θείαν δύναμιν ἐπιπαροῦσαν, ἐναργῶς τε αὐτὴν τοῖς μάρτυσιν ἐπιδεικνῦσαν ἱστορήσαμεν, τῶν ἀνθρωποβόρων ἐπὶ πλείονα χρόνον μὴ προσψαύειν μηδὲ πλησιάζειν τοῖς τῶν θεοφιλῶν σώμασιν ἐπιτολμώντων, ἀλλ᾿ ἐπὶ μὲν τοὺς ἄλλους, ὅσοι δήπουθεν ἔξωθεν ἐρεθισμοῖς παρώρμων αὐτὰ, φερομένων, μόνων δὲ τῶν ἱερῶν ἀθλητῶν γυμνῶν ἑστώτων καὶ ταῖς χερσὶ κατασειόντων, ἐπί τε σφᾶς αὐτοὺς ἐπισπωμένων τοῦτο γὰρ αὐτοῖς ἐκελεύετο πράττειν) μηδ’ ὅλως ἐφαπτομένων, ἀλλ’ ἔσθ’ ὅπη μὲν καὶ ἐπ’ αὐτοὺς ὁρμώντων, οἷα δὲ πρός τινος θειοτέρας δυνάμεως ἀνακρουομένων καὶ αὖ πάλιν εἰς τοὐπίσω χωρούντων.

8.7.3

3. This continued for a long time, and occasioned no little wonder to the spectators. And as the first wild beast did nothing, a second and a third were let loose against one and the same martyr.

ὃ καὶ εἰς μακρὸν γινόμενον θαῦμα παρεῖχεν οὐ σμικρὸν τοῖς θεωμένοις, ὥστε ἤδη διὰ τὸ ἄπρακτον τοῦ πρώτου δεύτερον καὶ τρίτον προσαφίεσθαι ἐνὶ καὶ τῷ αὐτῷ μάρτυρι θηρίον.

8.7.4

4. One could not but be astonished at the invincible firmness of these holy men, and the enduring and immovable constancy of those whose bodies were young. You could have seen a youth not twenty years of age standing unbound and stretching out his hands in the form of a cross, with unterrified and untrembling mind, engaged earnestly in prayer to God, and not in the least going back or retreating from the place where he stood, while bears and leopards, breathing rage and death, almost touched his flesh. And yet their mouths were restrained, I know not how, by a divine and incomprehensible power, and they ran back again to their place. Such an one was he.

καταπλαγῆναι δ’ ἦν τὴν ἐπὶ τούτοις ἀπτόητον τῶν ἱερῶν ἐκείνων καρτερίαν, καὶ τὴν ἐν σώμασι νέοις βεβηκυῖαν καὶ ἀδιάτρεπτον ἔνστασιν. ἑώρας γοῦν ἡλικίαν οὐδ’ ὅλων ἐτῶν εἴκοσι δίχα δεσμῶν ἑστῶτος νέου, καὶ τὰς μὲν χεῖρας ἐφαπλοῦντος εἰς σταυροῦ τύπον, ἀκαταπλήκτῳ δὲ καὶ ἀτρεμεῖ διανοίᾳ ταῖς πρὸς τὸ θεῖον σχολαίτατα τεταμένου λιταῖς, μηδ’ ὅλως τε μεθισταμένου μηδ’ ἀποκλίνοντός ποι τοῦ ἔνθα εἱστήκει τόπου, ἄρκτων καὶ παρδάλεων θυμοῦ καὶ θανάτου πνεόντων σχεδὸν αὐτῆς καθαπτομένων αὐτοῦ τῆς σαρκὸς, ἀλλ’ οὐκ οἶδ’ ὅπως θείᾳ καὶ ἀπορρήτῳ δυνάμει μονονουχὶ φραττομένων τὸ στόμα, καὶ αὖθις παλινδρομούντων εἰς τοὐπίσω. καὶ οὗτος μὲν οὑν τοιοῦτός τις ἢν.

8.7.5

5. Again you might have seen others, for they were five in all, cast before a wild bull, who tossed into the air with his horns those who approached from the outside, and mangled them, leaving them to be token up half dead; but when he rushed with rage and threatening upon the holy martyrs, who were standing alone, he was unable to come near them; but though he stamped with his feet, and pushed in all directions with his horns, and breathed rage and threatening on account of the irritation of the burning irons, he was, nevertheless, held back by the sacred Providence. And as he in nowise harmed them, they let loose other wild beasts upon them.

πάλιν δ’ ἂν ἑτέρους εἶδες, πέντε γὰρ οἶ πάντες ἐτύγχανον, ἠγριωμένῳ ταύρῳ παραβληθέντας, ὃς τοὺς μὲν ἄλλους τῶν ἔξωθεν προσιόντων τοῖς κέρασιν εἰς τὸν ἀέρα ῥίπτων διεσπάραττεν, ἡμιθνῆτας αἴρεσθαι καταλιπὼν, ἐπὶ μόνους δὲ θυμῷ καὶ ἀπειλῇ τοὺς ἱεροὺς ὁρμῶν μάρτυρας οὐδὲ πλησιάζειν αὐτοῖς οἷός τε ἠν, κυρίττων δὲ τοῖς ποσὶ καὶ τοῖς τῇδε κἀκεῖσε χρώμενος καὶ διὰ τοὺς ἀπὸ τῶν καυτήρων ἐρεθισμοὺς θυμοῦ καὶ ἀπειλῆς πνέων εἰς τοὐπίσω πρὸς τῆς ἱερᾶς ἀνθείλκετο προνοίας, ὡς μηδὲ τούτου μηδὲν μηδαμῶς αὐτοὺς ἀδικήσαντος, ἕτερα ἄττα αὐτοῖς ἐπαφίεσθαι θηρία.

8.7.6

6. Finally, after these terrible and various attacks upon them, they were all slain with the sword; and instead of being buried in the earth they were committed to the waves of the sea.

τέλος δὴ οὖν μετὰ τὰς δεινὰς καὶ ποικίλας τούτων προσβολὰς ξίφει κατασφαγέντες οἶ πάντες, ἀντὶ γῆς καὶ τάφων τοῖς θαλαττίοις παραδίδονται κύμασι.

8.8 Those in Egypt

1. Such was the conflict of those Egyptians who contended nobly for religion in Tyre. But we must admire those also who suffered martyrdom in their native land; where thousands of men, women, and children, despising the present life for the sake of the teaching of our Saviour, endured various deaths.

2. Some of them, after scrapings and rackings and severest scourgings, and numberless other kinds of tortures, terrible even to hear of, were committed to the flames; some were drowned in the sea; some offered their heads bravely to those who cut them off; some died under their tortures, and others perished with hunger. And yet others were crucified; some according to the method commonly employed for malefactors; others yet more cruelly, being nailed to the cross with their heads downward, and being kept alive until they perished on the cross with hunger.

[Nic. H. E. VII, 8] Καὶ τοιοῦτος μὲν ὁ ἀγὼν τῶν κατὰ Τυρὸν τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνδειξαμένων Αἰγυπτίων. θαυμάσειε δ’ ἄν τις αὐτῶν καὶ τοὺς ἐπὶ τῆς οἰκείας γῆς μαρτυρήσαντας, ἔνθα μυρίοι τὸν ἀριθμὸν ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶν, ὑπὲρ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τοῦ προσκαίρου ζῆν καταφρονήσαντες, διαφόρους ὑπέμειναν θανάτους, οἱ μὲν αὐτῶν μετὰ ξεσμοὺς καὶ στρεβλώσεις μάστιγάς τε χαλεπωτάτας καὶ μυρίας ἄλλας ποικίλας καὶ φρικτὰς ἀκοῦσαι βασάνους πυρὶ παραδοθέντες, οἶ δὲ πελάγει καταβροχισθέντες, ἄλλοι δὲ εὐθαρσῶς τοῖς ἀποτέμνουσι τὰς ἑαυτῶν προτείναντες κεφαλὰς, οἶ δὲ καὶ ἐναποθανόντες ταῖς βασάνοις, ἕτεροι δὲ λιμῷ διαφθαρέντες, καὶ ἄλλοι πάλιν ἀνασκολοπισθέντες, οἱ μὲν κατὰ τὸ σύνηθες τοῖς κακούργοις, οἱ δὲ καὶ χειρόνως ἀνάπαλιν κατωκάρα προσηλωθέντες, τηρούμενοί τε ζῶντες, εἰσότε καὶ ἐπ’ αὐτῶν ἰκρίων λιμῷ διαφθαρεῖεν.

8.9.1 Those in Thebais

1. It would be impossible to describe the outrages and tortures which the martyrs in Thebais endured. They were scraped over the entire body with shells instead of hooks until they died. Women were bound by one foot and raised aloft in the air by machines, and with their bodies altogether bare and uncovered, presented to all beholders this most shameful, cruel, and inhuman spectacle.

[Nic. H. E. VII, 8] Πάντα δ’ ὑπεραίρει λόγον καὶ ἃς ὑπέμειναν αἰκίας καὶ ἀλγηδόνας οἱ κατὰ Θηβαίδα μάρτυρες, ὀστράκοις ἀντὶ ὀνύχων ὅλον τὸ σῶμα μέχρις ἀπαλλαγῆς τοῦ βίου καταξαινόμενοι, γύναιά τε τοῖν ποδοῖν ἐξ ἑνὸς ἀποδεσμού μετέωρά τε καὶ διαέρια κάτω κεφαλὴν μαγγάνοις τισὶν εἰς ὕψος ἀνελκόμενα, γυμνοῖς τε παντελῶς καὶ μηδ’ ἐπικεκαλυμμένοις τοῖς σώμασι θέαν ταύτην αἰσχίστην καὶ πάντων ὠμοτάτην καὶ ἀπανθρωποτάτην τοῖς ὁρῶσιν ἅπασι παρεσχημένα.

8.9.2

2. Others being bound to the branches and trunks of trees perished. For they drew the stoutest branches together with machines, and bound the limbs of the martyrs to them; and then, allowing the branches to assume their natural position, they tore asunder instantly the limbs of those for whom they contrived this.

ἄλλοι δ’ αὖ πάλιν δένδρεσι καὶ πρέμνοις ἐναπέθνησκον δεσμούμενοι· τοὺς γὰρ μάλιστα στερροτάτους τῶν κλάδων μηχαναῖς τισιν ἐπὶ ταὐτὸν συνέλκοντες, εἰς ἑκάτερά τε τούτων τὰ τῶν μαρτύρων ἀποτείνοντες σκέλη 5 εἰς τὴν ἑαυτῶν ἠφίεσαν τοὺς κλάδους φέρεσθαι φύσιν, ἄθρουν τῶν μελῶν διασπασμὸν καθ’ ὧν ταῦτ’ ἐνεχείρουν ἐπινοοῦντες.

8.9.3

3. All these things were done, not for a few days or a short time, but for a long series of years. Sometimes more than ten, at other times above twenty were put to death. Again not less than thirty, then about sixty, and yet again a hundred men with young children and women, were slain in one day, being condemned to various and diverse torments.

καὶ ταῦτά γε πάντα ἐνηργεῖτο οὐκ ἐπ’ ὀλίγας ἡμέρας ἢ χρόνον τινὰ βραχὺν, ἀλλ’ ἐπὶ μακρὸν ὅλων ἐτῶν διάστημα, ὁτὲ μὲν πλειόνων ἢ δέκα, ὁτὲ δὲ ὑπὲρ τοὺς εἴκοσι τὸν ἀριθμὸν ἀναιρουμένων· ἄλλοτε δὲ οὐχ ἧττον καὶ τριάκοντα, ἤδη δὲ ἐγγύς που καὶ ἑξήκοντα, καὶ πάλιν ἄλλοτε ἑκατόν ἐν ἡμέρᾳ μιᾷ ἄνδρες ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶν ἐκτείνοντο, ποικίλαις καὶ ἐναλλαττούσαις τιμωρίαις καταδικαζόμενοι.

8.9.4

4. We, also being on the spot ourselves, have observed large crowds in one day; some suffering decapitation, others torture by fire; so that the murderous sword was blunted, and becoming weak, was broken, and the very executioners grew weary and relieved each other.

ἱστορήσαμεν δὲ καὶ αὐτοὶ ἐπὶ τῶν τόπων γενόμενοι πλείους ἀθρόως κατὰ μίαν ἡμέραν τοὺς μὲν τῆς κεφαλῆς ἀποτομὴν ὑπομείναντας, τοὺς δὲ τὴν διὰ πυρὸς τιμωρίαν, ὡς ἀμβλύνεσθαι φονεύοντα τὸν σίδηρον, ἀτονοῦντά τε διαθλᾶσθαι, αὐτοὺς δὲ τοὺς ἀναιροῦντας ἀποκάμνοντας ἀμοιβαδὸν ἀλλήλους διαδέχεσθαι.

8.9.5

5. And we beheld the most wonderful ardor, and the truly divine energy and zeal of those who believed in the Christ of God. For as soon as sentence was pronounced against the first, one after another rushed to the judgment seat, and confessed themselves Christians. And regarding with indifference the terrible things and the multiform tortures, they declared themselves boldly and undauntedly for the religion of the God of the universe. And they received the final sentence of death with joy and laughter and cheerfulness; so that they sang and offered up hymns and thanksgivings to the God of the universe till their very last breath.

ὅτε καὶ θαυμασιωτάτην ὁρμὴν θείαν τε ὡς ἀληθῶς δύναμιν καὶ προθυμίαν τῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότων συνεωρῶμεν. ἅμα γοῦν τῇ κατὰ τῶν προτέρων ἀποφάσει ἐπεπήδων ἄλλοθεν ἄλλοι τῷ πρὸ τοῦ δικαστοῦ βήματι, χριστιανοὺς σφὰς ὁμολογοῦντες, ἀφροντίστως μὲν πρὸς τὰ δεινὰ καὶ τοὺς τῶν πολυειδῶν βασάνων τρόπους διακείμενοι, ἀκαταπλήκτως δὲ παρρησιαζόμενοι ἐπὶ τῇ εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείᾳ, μετά τε χαρᾶς καὶ γέλωτος καὶ εὐφροσύνης τὴν ὑστάτην ἀπόφασιν τοῦ θανάτου καταδεχόμενοι, ὥστε ψάλλειν καὶ ὕμνους καὶ εὐχαριστίας εἰς τὸν τῶν ὅλων θεόν μέχρις αὐτῆς ἐσχάτης ἀναπέμπειν ἀναπνοῆς.

8.9.6

6. These indeed were wonderful; but yet more wonderful were those who, being distinguished for wealth, noble birth, and honor, and for learning and philosophy, held everything secondary to the true religion and to faith in our Saviour and Lord Jesus Christ.

θαυμάσιοι μὲν οὖν καὶ οὗτοι, ἐξαιρέτως δὲ ἐκεῖνοι θαυμασιώτεροι, οἱ πλούτῳ μὲν καὶ εὐγενείᾳ καὶ δόξῃ, λόγῳ τε καὶ φιλοσοφίᾳ διαπρέψαντες, πάντα γε μὴν δεύτερα θέμενοι τῆς ἀληθοῦς εὐσεβείας καὶ τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως·

8.9.7

7. Such an one was Philoromus, who held a high office under the imperial government at Alexandria, and who administered justice every day, attended by a military guard corresponding to his rank and Roman dignity. Such also was Phileas, bishop of the church of Thmuis, a man eminent on account of his patriotism and the services rendered by him to his country, and also on account of his philosophical learning.

οἷος Φιλόρωμος ἦν, ἀρχήν τινα οὐ τὴν τυχοῦσαν τῆς κατ’ Ἀλεξάνδρειαν βασιλικῆς διοικήσεως ἐγκεχειρισμένος, ὃς μετὰ τοῦ ἀξιώματος καὶ τῆς Ῥωμαϊκῆς τιμῆς ὑπὸ στρατιώταις δορυφορούμενος ἑκάστης ἀνεκρίνετο ἡμέρας· Φιλέας τε τῆς Θμουιτῶν ἐκκλησίας ἐπίσκοπος, διαπρέψας ἀνὴρ ταῖς κατὰ τὴν πατρίδα πολιτείαις τε καὶ λειτουργίαις, ἔν τε τοῖς κατὰ φιλοσοφίαν λόγοις·

8.9.8

8. These persons, although a multitude of relatives and other friends besought them, and many in high position, and even the judge himself entreated them, that they would have compassion on themselves and show mercy to their children and wives, yet were not in the least induced by these things to choose the love of life, and to despise the ordinances of our Saviour concerning confession and denial. But with manly and philosophic minds, or rather with pious and God-loving souls, they persevered against all the threats and insults of the judge; and both of them were beheaded.

οἱ καὶ μυρίων ὅσων πρὸς αἵματός τε καὶ τῶν ἄλλων φίλων ἀντιβολούντων, ἔτι μὴν τῶν ἐπ’ ἀξίας ἀρχόντων, πρὸς δὲ καὶ αὐτοῦ τοῦ δικαστοῦ παρακαλοῦντος, ὡς ἂν αὐτῶν οἶκτον λάβοιεν, φειδώ τε παίδων καὶ γυναικῶν ποιήσαιντο, οὐδαμῶς πρὸς τῶν τοσούτων ἐπὶ τὸ φιλοζωῆσαι μὲν ἑλέσθαι, καταφρονῆσαι δὲ τῶν περὶ ὁμολογίας καὶ ἀρνήσεως τοῦ σωτῆρος ἡμῶν θεσμῶν ὑπήχθησαν, ἀνδρείῳ δὲ λογισμῷ καὶ φιλοσόφῳ, μᾶλλον δὲ εὐσεβεῖ καὶ φιλοθέῳ ψυχῇ, πρὸς πάσας τοῦ δικαστοῦ τάς τε ἀπειλὰς καὶ τὰς ὕβρεις ἐνστάντες, ἄμφω τὰς κεφαλὰς ἀπετμήθησαν.

8.10.1 The Writings of Phileas the Martyr describing the Occurrences at Alexandria

1. Since we have mentioned Phileas as having a high reputation for secular learning, let him be his own witness in the following extract, in which he shows us who he was, and at the same time describes more accurately than we can the martyrdoms which occurred in his time at Alexandria:

[Nic. H. E. VII, 9] Ἐπεὶ δὲ καὶ τῶν ἔξωθεν μαθημάτων ἕνεκα πολλοῦ λόγου ἄξιον γενέσθαι τὸν Φιλέαν ἔφαμεν, αὐτὸς ἑαυτοῦ παρίτω μάρτυς, ἄμα μὲν ἑαυτὸν ὅστις ποτ’ ἦν ἐπιδείξων, ἅμα δὲ καὶ τὰ κατ’ αὐτὸν ἐν τῇ Ἀλεξανδρείᾳ συμβεβηκότα μαρτύρια ἀκριβέστερον μᾶλλον ἢ ἡμεῖς ἱστορήσων διὰ τούτων τῶν λέξεων

8.10.2

2. “Having before them all these examples and models and noble tokens which are given us in the Divine and Sacred Scriptures, the blessed martyrs who were with us did not hesitate, but directing the eye of the soul in sincerity toward the God over all, and having their mind set upon death for religion, they adhered firmly to their calling. For they understood that our Lord Jesus Christ had become man on our account, that he might cut off all sin and furnish us with the means of entrance into eternal life. For ‘he counted it not a prize to be on an equality with God, but emptied himself taking the form of a servant; and being found in fashion as a man, he humbled himself unto death, even the death of the cross.’

τούτων ἁπάντων ὑπο- “δειγμάτων ἡμῖν καὶ ὑπογραμμῶν καὶ καλῶν γνωρι- “σμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς κειμένων, ·‘οὐδὲν μελλήσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες, “τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν κα- “θαρῶς τείναντες, καὶ τὸν ἐπ’ εὐσεβείᾳ θάνατον ἐν “νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν “κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρω- “πήσαντα δι’ ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, “ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν “κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, “καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπεί- ‘νωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ.

8.10.3

3. Wherefore also being zealous for the greater gifts, the Christ-bearing martyrs endured all trials and all kinds of contrivances for torture; not once only, but some also a second time. And although the guards vied with each other in threatening them in all sorts of ways, not in words only, but in actions, they did not give up their resolution; because ‘perfect love casteth out fear.’

διὸ καὶ “ζηλώσαντες τὰ μείζονα χαρίσματα οἶ Χριστοφόροι “μάρτυρες πάντα μὲν πόνον καὶ παντοίας ἐπινοίας “αἰκισμῶν οὐκ εἰσάπαξ, ἀλλ’ ἤδη καὶ δεύτερόν τινες “ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ’ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην, διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον.

8.10.4

4. “What words could describe their courage and manliness under every torture? For as liberty to abuse them was given to all that wished, some beat them with clubs, others with rods, others with scourges, yet others with thongs, and others with ropes.

ὧν καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ’ ἑκάστῃ βασάνῳ “ἀνδρείαν, τίς ἂν ἀρκέσειε λόγος; ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν “ξύλοις ἔπαιον, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις.

8.10.5

5. And the spectacle of the outrages was varied and exhibited great malignity. For some, with their hands bound behind them, were suspended on the stocks, and every member stretched by certain machines. Then the torturers, as commanded, lacerated with instruments their entire bodies; not only their sides, as in the case of murderers, but also their stomachs and knees and cheeks. Others were raised aloft, suspended from the porch by one hand, and endured the most terrible suffering of all, through the distension of their joints and limbs. Others were bound face to face to pillars, not resting on their feet, but with the weight of their bodies bearing on their bonds and drawing them tightly.

καὶ “ἦν ἡ θέα τῶν αἰκισμῶν ἐνηλλαγμένη, καὶ πολλὴν “τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. οἶ μὲν γὰρ ὀπίσω τὼ χεῖρε δεθέντες περὶ τὸ ξύλον ἐξηρτῶντο, καὶ μαγγάνοις τισὶ διετείνοντο πᾶν μέλος, εἶθ’ οὕτως διὰ “παντὸς τοῦ σώματος ἐπῆγον ἐκ κελεύσεως οἶ βασα- “νισταὶ, οὐ καθάπερ τοῖς φονεῦσιν ἐπὶ τῶν πλευρῶν “μόνον, ἀλλὰ καὶ τῆς γαστρὸς καὶ κνημῶν καὶ πα- “ρειῶν τοῖς ἀμυντηρίοις ἐκόλαζον· ἕτεροι δὲ ἀπὸ τῆς “στοᾶς μιᾶς χειρὸς ἐξηρτημένοι ᾐωροῦντο, πάσης “ἀληδόνος δεινοτέραν τὴν ἀπὸ τῶν ἄρθρων καὶ με- “λῶν τάσιν ἔχοντες· ἄλλοι δὲ πρὸς τοῖς κίοσιν ἀντι- “πρόσωποι ἐδοῦντο, οὐ βεβηκόσι τοῖς ποσὶ, τῷ δὲ “βάρει τοῦ σώματος βιαζομένων μετὰ τάσεως ἀνελ- “κομένων τῶν δεσμῶν.

8.10.6

6. And they endured this, not merely as long as the governor talked with them or was at leisure, but through almost the entire day. For when he passed on to others, he left officers under his authority to watch the first, and observe if any of them, overcome by the tortures, appeared to yield. And he commanded to cast them into chains without mercy, and afterwards when they were at the last gasp to throw them to the ground and drag them away.

καὶ τοῦθ’ ὑπέμενον, οὐκ “ἐφ’ ὅσον προσδιελέγετο οὐδ’ αὐτοῖς ἐσχόλαζεν ὁ “ἡγεμὼν, ἀλλὰ μονονουχὶ δι’ ὅλης τῆς ἡμέρας. ὅτε “γὰρ καὶ ἐφ’ ἑτέρους μετέβαινε, τοῖς προτέροις κα- “τελίμπανεν ἐφεδρεύειν τοὺς τῇ ἐξουσίᾳ αὐτοῦ ὑπη- “ρετουμένους, εἴ πού τις ἡττηθεὶς τῶν βασάνων ‘ἐνδιδόναι ἐδόκει, ἀφειδῶς δὲ κελεύων καὶ τοῖς ‘δεσμοῖς προσιέναι, καὶ μετὰ ταῦτα ψυχορραγοῦν- “τας αὐτοὺς κατατιθεμένους εἰς τὴν γῆν ἕλκεσθαι· “

8.10.7

7. For he said that they were not to have the least concern for us, but were to think and act as if we no longer existed, our enemies having invented this second mode of torture in addition to the stripes.

οὐ γὰρ εἶναι κἂν μέρος φροντίδος αὐτοῖς περὶ “ἡμῶν, ἀλλ’ οὕτω καὶ διανοεῖσθαι καὶ πράττειν, “ὡς μηκέτ’ ὄντων, ταύτην δευτέραν ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων.

8.10.8

8. “Some, also, after these outrages, were placed on the stocks, and had both their feet stretched over the four holes, so that they were compelled to lie on their backs on the stocks, being unable to keep themselves up on account of the fresh wounds with which their entire bodies were covered as a result of the scourging. Others were thrown on the ground and lay there under the accumulated infliction of tortures, exhibiting to the spectators a more terrible manifestation of severity, as they bore on their bodies the marks of the various and diverse punishments which had been invented.

ἦσαν δὲ οἶ ‘καὶ μετὰ τοὺς αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι διὰ “τῶν τεσσάρων ὀπῶν διατεταμένοι ἄμφω τὼ πόδε, “ὠς καὶ κατ’ ἀνάγκην αὐτοὺς ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ’ ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ‘ὄψιν τῆς ἐνεργείας τοῖς ὁρῶσι παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασι φέροντες τῶν βασάνων τὰς ἐπινοίας.

8.10.9

9. As this went on, some died under the tortures, shaming the adversary by their constancy. Others half dead were shut up in prison, and suffering with their agonies, they died in a few days; but the rest, recovering under the care which they received, gained confidence by time and their long detention in prison.

τούτων οὕτως ἐχόντων οἱ “μὲν ἐναπέθνησκον ταῖς βασάνοις, τῇ καρτερίᾳ κα- “ταισχύναντες τὸν ἀντίπαλον, οἶ δὲ ἡμιθνῆτες ἐν τῷ δεσμωτηρίῳ συγκλειόμενοι μετ’ οὐ πολλὰς ἡμέρας ταῖς ἀλγηδόσι συνεχόμενοι ἐτελειοῦντο, οἶ δὲ λοιποὶ τῆς ἀπὸ τῆς θεραπείας ἀνακτήσεως τυχόντες τῷ ῾χρόνῳ καὶ τῇ τῆς φυλακῆς διατριβῇ θαρσαλεώτεροι ἐγίνοντο.

8.10.10

10. When therefore they were ordered to choose whether they would be released from molestation by touching the polluted sacrifice, and would receive from them the accursed freedom, or refusing to sacrifice, should be condemned to death, they did not hesitate, but went to death cheerfully. For they knew what had been declared before by the Sacred Scriptures. For it is said, ‘He that sacrificeth to other gods shall be utterly destroyed,’ and, ‘Thou shalt have no other gods before me.’”

οὕτω γοῦν ἡνίκα προστέτακτο αἱρέσεως κειμένης, ἢ ἐφαψάμενον τῆς ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας παρ’ αὐτῶν “τυχόντα, ἢ μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην “χεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνα- “τον ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γρα- “φῶν ἡμῖν προορισθέντα. ὁ γὰρ θυσιάζων, φησὶ “θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, καί· ὅτι οὐκ ἔσον- “ταί ταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.”

8.10.11

11. Such are the words of the truly philosophical and God-loving martyr, which, before the final sentence, while yet in prison, he addressed to the brethren in his parish, showing them his own circumstances, and at the same time exhorting them to hold fast, even after his approaching death, to the religion of Christ.

τοιαῦται τοῦ ὡς ἀληθῶς φιλοσόφου τε ὁμοῦ καὶ φιλοθέου μάρτυρος αἶ φωναὶ, ἃς πρὸ τῆς τελευταίας ἀποφάσεως ὑπὸ τὴν δεσμωτικὴν ἔθ’ ὑπάρχων τάξιν τοῖς κατὰ τὴν αὐτοῦ παροικίαν ἀδελφοῖς ἐπεστάλκει, ἄμα μὲν τὰ ἐν οἶς ἦν ἀνατιθέμενος, ἅμα δὲ καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸ ἀπρὶξ ἔχεσθαι καὶ μετ’ αὐτὸν ὅσον οὔπω τελειωθησόμενον τῆς ἐν Χριστῷ θεοσεβείας.

8.10.12

12. But why need we dwell upon these things, and continue to add fresh instances of the conflicts of the divine martyrs throughout the world, especially since they were dealt with no longer by common law, but attacked like enemies of war?

ἀλλὰ τί χρὴ πολλὰ λέγειν, καὶ καινοτέρας ἐπὶ καινοτέραις τῶν ἀνὰ τὴν οἰκουμένην θεοπρεπῶν μαρτύρων ἀθλήσεις παρατίθεσθαι, καὶ μάλιστα τῶν οὐκέτι μὲν κοινῷ νόμῳ, πολέμου δὲ τρόπῳ πεπολιορκημένων;

8.11 Those in Phrygia

1. A small town of Phrygia, inhabited solely by Christians, was completely surrounded by soldiers while the men were in it. Throwing fire into it, they consumed them with the women and children while they were calling upon Christ. This they did because all the inhabitants of the city, and the curator himself, and the governor, with all who held office, and the entire populace, confessed themselves Christians, and would not in the least obey those who commanded them to worship idols.

2. There was another man of Roman dignity named Adauctus, of a noble Italian family, who had advanced through every honor under the emperors, so that he had blamelessly filled even the general offices of magistrate, as they call it, and of finance minister. Besides all this he excelled in deeds of piety and in the confession of the Christ of God, and was adorned with the diadem of martyrdom. He endured the conflict for religion while still holding the office of finance minister.

[Nic. H. E. VII, 0] Ἤδη γοῦν ὅλην Χριστιανῶν πολίχνην αὔτανδρον ἀμφὶ τὴν Φρυγίαν ἐν κύκλῳ περιβαλόντες ὁπλῖται, πῦρ τε ὑφάψαντες, κατέφλεξαν αὐτοὺς ἅμα νηπίοις καὶ γυναιξὶ, τὸν ἐπὶ πάντων θεὸν ἐπιβοωμένους· ὅτι δὴ πανδημεὶ πάντες οἱ τὴν πόλιν οἰκοῦντες, λογιστής τε αὐτὸς καὶ στρατηγὸς σὺν τοῖς ἐν τέλει πᾶσι καὶ ὅλῳ δήμῳ, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, οὐδ᾿ ὁπωστιοῦν τοῖς προστάττουσιν εἰδωλολατρεῖν ἐπειθάρχουν.

καί τις ἕτερος ῾Ρωμαϊκῆς ἀξίας ἐπειλημμένος, Ἄδαυκτος ὄνομα, γένος τῶν παρ᾿ Ἰταλοῖς ἐπισήμων, διὰ πάσης διελθὼν ἀνὴρ τῆς παρὰ βασιλεῦσι τιμῆς, ὡς καὶ τὰς καθόλου διοικήσεις τῆς παρ᾿ αὐτοῖς καλουμένης μαγιστρότητός τε καὶ καθολικότητος ἀμέμπτως διελθεῖν, ἐπὶ πᾶσι τούτοις διαπρέψας τοῖς ἐν θεοσεβείᾳ κατορθώμασι καὶ ταῖς εἰς τὸν Χριστὸν τοῦ θεοῦ ὁμολογίαις, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, ἐπ᾿ αὐτῆς τῆς τοῦ καθολικοῦ πράξεως τὸν ὑπὲρ εὐσεβείας ὑπομείνας ἀγῶνα.

8.12.1 Many Others, both Men and Women, who suffered in Various Ways

1. Why need we mention the rest by name, or number the multitude of the men, or picture the various sufferings of the admirable martyrs of Christ? Some of them were slain with the axe, as in Arabia. The limbs of some were broken, as in Cappadocia. Some, raised on high by the feet, with their heads down, while a gentle fire burned beneath them, were suffocated by the smoke which arose from the burning wood, as was done in Mesopotamia. Others were mutilated by cutting off their noses and ears and hands, and cutting to pieces the other members and parts of their bodies, as in Alexandria.

[Nic. H. E. VII, 1] Τί με χρὴ νῦν ἐπ᾿ ὀνόματος τῶν λοιπῶν μνημονεύειν, ἢ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, ἢ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀναιρουμένων, οἷα γέγονε τοῖς ἐπ᾿ Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε, καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μέσῃ τῶν ποταμῶν ἐπήχθη, ποτὲ δὲ ῥῖνας καὶ ὦτα καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷα τὰ ἐπ᾿ Ἀλεξανδρείας ἦν;

8.12.2

2. Why need we revive the recollection of those in Antioch who were roasted on grates, not so as to kill them, but so as to subject them to a lingering punishment? Or of others who preferred to thrust their right hand into the fire rather than touch the impious sacrifice? Some, shrinking from the trial, rather than be taken and fall into the hands of their enemies, threw themselves from lofty houses, considering death preferable to the cruelty of the impious.

τί δεῖ τῶν ἐπ᾿ Ἀντιοχείαας ἀναζωπυρεῖν τὴν μνήμην, ἐσχάραις πυρὸς οὐκ εἰς θάνατον, ἀλλ᾿ ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτω- μένων, ἑτέρων τε θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινὲς τὴν πεῖραν φεύγοντες, πρὶν ἁλῶναι καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνωθεν ἐξ ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας.

8.12.3

3. A certain holy person,—in soul admirable for virtue, in body a woman,—who was illustrious beyond all in Antioch for wealth and family and reputation, had brought up in the principles of religion her two daughters, who were now in the freshness and bloom of life. Since great envy was excited on their account, every means was used to find them in their concealment; and when it was ascertained that they were away, they were summoned deceitfully to Antioch. Thus they were caught in the nets of the soldiers. When the woman saw herself and her daughters thus helpless, and knew the things terrible to speak of that men would do to them,—and the most unbearable of all terrible things, the threatened violation of their chastity,—she exhorted herself and the maidens that they ought not to submit even to hear of this. For, she said, that to surrender their souls to the slavery of demons was worse than all deaths and destruction; and she set before them the only deliverance from all these things,—escape to Christ.

καί τις ἱερὰ καὶ θαυμασία τὴν τῆς ψυχῆς ἀρετὴν, τὸ δὲ σῶμα γυνὴ, καὶ τὰ ἄλλα τῶν ἐπ’ Ἀντιοχείας πλούτω καὶ γένει καὶ εὐδοξίᾳ παρὰ πᾶσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων, τῇ τοῦ σώματος ὥρᾳ καὶ ἀκμῇ διαπρεπουσῶν, θεσμοῖς εὐσεβείας ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος πάντα τρόπον ἀνιχνεύων λανθανούσας περιειργάζετο, εἶτα ἐπ’ ἀλλοδαπῆς αὐτὰς διατρίβειν μαθὼν πεφροντισμένως ἐπὶ τὴν Ἀντιόχειαν ἐκάλει, δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ μέλλοντα ἐξ ἀνθρώπων δεινὰ τῷ λόγῳ παραθεῖσα, τό τε πάντων δεινῶν ἀφορητότερον, πορνείας ἀπειλὴν, μηδὲ ἄκροις ὠσὶν ὑπομεῖναι δεῖν ἀκοῦσαι, ἑαυτῇ τε καὶ ταῖς κόραις παρακελευσαμένη, ἀλλὰ καὶ τὸ προδοῦναι τὰς ψυχὰς τῇ τῶν δαιμόνων δουλείᾳ πάντων ὑπάρχειν θανάτων καὶ πάσης χεῖρον ἀπωλείας φήσασα, μίαν τούτων ἀπάντων εἶναι λύσιν ὑπετίθετο, τὴν ἐπὶ τὸν κύριον καταφυγήν·

8.12.4

4. They then listened to her advice. And after arranging their garments suitably, they went aside from the middle of the road, having requested of the guards a little time for retirement, and cast themselves into a river which was flowing by.

κἄπειτα ὁμοῦ τὴν γνώμην συνθέμεναι, τά τε σώματα περιστείλασαι κοσμίως τοῖς περιβλήμασιν, ἐπ’ αὐτῆς μέσης γενόμεναι τῆς ὁδοῦ, βραχύ τι τοὺς φύλακας εἰς ἀναχώρησιν ὑποπαραιτησάμεναι, ἐπὶ παραρρέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν.

8.12.5

5. Thus they destroyed themselves. But there were two other virgins in the same city of Antioch who served God in all things, and were true sisters, illustrious in family and distinguished in life, young and blooming, serious in mind, pious in deportment, and admirable for zeal. As if the earth could not bear such excellence, the worshipers of demons commanded to cast them into the sea. And this was done to them.

αἵδε μὲν οὖν ἑαυτάς· ἄλλην δ’ ἐπ’ αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, ὡς ἂν μὴ φερούσης τῆς γῆς τὰ τοιαῦτα βαστάζειν, θαλάττῃ ῥίπτειν ἐκέλευον οἶ τῶν δαιμόνων θεραπευταί. ταῦτα μὲν οὑν παρὰ τοῖσδε.

8.12.6

6. In Pontus, others endured sufferings horrible to hear. Their fingers were pierced with sharp reeds under their nails. Melted lead, bubbling and boiling with the heat, was poured down the backs of others, and they were roasted in the most sensitive parts of the body.

τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι τοῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος βρασσούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος κατοπτώμενοι·

8.12.7

7. Others endured on their bowels and privy members shameful and inhuman and unmentionable torments, which the noble and law-observing judges, to show their severity, devised, as more honorable manifestations of wisdom. And new tortures were continually invented, as if they were endeavoring, by surpassing one another, to gain prizes in a contest.

διά τε τῶν ἀπορρήτων ἕτεροι μελῶν τε καὶ σπλάγχνων αἰσχρὰς καὶ ἀσυμπαθεῖς καἰ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας, ἃς οἶ γενναῖοι καὶ νόμιμοι δικασταὶ, τὴν σφῶν ἐπιδεικνύμενοι δεινότητα, ὥσπερ τινὰ σοφίας ἀρετὴν φιλοτιμότερον ἐπενόουν, ἀεὶ ταῖς καινότερον ἐφευρισκομέναις αἰκίαις, ὡσπερεὶ ἐν ἀγῶνος βραβείοις, ἀλλήλους ὑπερεξάγειν διαμιλλώμενοι.

8.12.8

8. But at the close of these calamities, when finally they could contrive no greater cruelties, and were weary of putting to death, and were filled and satiated with the shedding of blood, they turned to what they considered merciful and humane treatment, so that they seemed to be no longer devising terrible things against us.

τὰ δ’ οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν ἀπειρηκότες ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες, πλησμονήν τε καὶ κόρον τῆς τῶν αἱμάτων ἐκχύσεως ἐσχηκότες, ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν καὶ φιλάνθρωπον ἐτρέποντο, ὡς μηδὲν μὲν ἔτι δοκεῖν δεινὸν καθ’ ἡμῶν περιεργάζεσθαι·

8.12.9

9. For they said that it was not fitting that the cities should be polluted with the blood of their own people, or that the government of their rulers, which was kind and mild toward all, should be defamed through excessive cruelty; but that rather the beneficence of the humane and royal authority should be extended to all, and we should no longer be put to death. For the infliction of this punishment upon us should be stopped in consequence of the humanity of the rulers.

μὴ γὰρ καθήκειν φασὶν αἵμασιν ἐμφυλίοις μιαίνειν τὰς πόλεις, μηδ’ ἐπ’ ὠμότητι τῇ ἀνωτάτω διαβάλλειν τὴν τῶν κρατούντων ἀρχὴν, εὐμενῆ τοῖς πᾶσιν ὑπάρχουσαν καὶ πραεῖαν, δεῖν δὲ μᾶλλον τῆς φιλανθρώπου καὶ βασιλικῆς ἐξουσίας εἰς πάντας ἐκτείνεσθαι τὴν εὐεργεσίαν, μηκέτι θανάτῳ κολαζομένους· λελύσθαι γὰρ αὐτῶν καθ’ ἡμῶν ταύτην τὴν τιμωρίαν, διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν.

8.12.10

10. Therefore it was commanded that our eyes should be put out, and that we should be maimed in one of our limbs. For such things were humane in their sight, and the lightest of punishments for us. So that now on account of this kindly treatment accorded us by the impious, it was impossible to tell the incalculable number of those whose right eyes had first been cut out with the sword, and then had been cauterized with fire; or who had been disabled in the left foot by burning the joints, and afterward condemned to the provincial copper mines, not so much for service as for distress and hardship. Besides all these, others encountered other trials, which it is impossible to recount; for their manly endurance surpasses all description.

τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον προσετάττετο. ταῦτα γὰρ ἦν αὐτοῖς τὰ φιλάνθρωπα, καὶ τῶν καθ᾿ ἡμῶν τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας οὐκέτ᾿ εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ μετὰ τὴν ἐκκέντησιν τούτους πυρὶ καυτηριαζομένων, τοὺς δὲ λαιοὺς πόδας κατὰ τῶν ἀγκυλῶν αὖθις καυτῆρσιν ἀχρειουμένων, μετά τε ταῦτα τοῖς κατ᾿ ἐπαρχίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομένων, πρὸς ἅπασί τε τούτοις ἄλλων ἄλλοις ἀγῶσιν, οὓς μηδὲ καταλέγειν δυνατόν, (νικᾷ γὰρ πάντα λόγον τὰ κατ᾿ αὐτοὺς ἀνδραγαθήματα), περιπεπτωκότων.

8.12.11

11. In these conflicts the noble martyrs of Christ shone illustrious over the entire world, and everywhere astonished those who beheld their manliness; and the evidences of the truly divine and unspeakable power of our Saviour were made manifest through them. To mention each by name would be a long task, if not indeed impossible.

ἐν δὴ τούτοις ἐφ᾿ ὅλης τῆς οἰκουμένης διαλάμψαντες οἱ μεγαλοπρεπεῖς τοῦ Χριστοῦ μάρτυρες τοὺς μὲν ἁπανταχοῦ τῆς ἀνδρείας αὐτῶν ἐπόπτας εἰκότως κατεπλήξαντο, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν θείας ὡς ἀληθῶς καὶ ἀπορρήτου δυνάμεως ἐμφανῆ δι᾿ ἑαυτῶν τὰ τεκμήρια παρεστήσαντο. ἑκάστου μὲν οὖν ἐπ᾿ ὀνόματος μνημονεύειν μακρὸν ἂν εἴη, μή τί γε τῶν ἀδυνάτων,

8.13.1 The Bishops of the Church that evinced by their Blood the Genuineness of the Religion which they preached

1. As for the rulers of the Church that suffered martyrdom in the principal cities, the first martyr of the kingdom of Christ whom we shall mention among the monuments of the pious is Anthimus, bishop of the city of Nicomedia, who was beheaded.

[Nic. H. E. VII, 6] τῶν δὲ κατὰ τὰς ἐπισήμους πόλεις μαρτυρησάντων ἐκκλησιαστικῶν ἀρχόντων πρῶτος ἡμῖν ἐν εὐσεβῶν στήλαις τῆς Χριστοῦ βασιλείας ἀναγορευέσθω μάρτυς ἐπίσκοπος τῆς Νικομηδέων πόλεως, τὴν κεφαλὴν ἀποτμηθεὶς, Ἄνθιμος.

8.13.2

2. Among the martyrs at Antioch was Lucian, a presbyter of that parish, whose entire life was most excellent. At Nicomedia, in the presence of the emperor, he proclaimed the heavenly kingdom of Christ, first in an oral defense, and afterwards by deeds as well.

τῶν δ᾿ ἐπ᾿ Ἀντιοχείας μαρτύρων τὸν πάντα βίον ἄριστος πρεσβύτερος τῆς αὐτόθι παροικίας Λουκιανὸς, ἐν τῇ Νικομηδείᾳ καὶ αὐτὸς, βασιλέως ἐπι- παρόντος, τὴν οὐράνιον τοῦ Χριστοῦ βασιλείαν λόγῳ πρότερον δι’ ἀπολογίας, εἶτα δὲ καὶ ἔργοις ἀνακηρύξας.

8.13.3

3. Of the martyrs in Phœnicia the most distinguished were those devoted pastors of the spiritual flocks of Christ: Tyrannion, bishop of the church of Tyre; Zenobius, a presbyter of the church at Sidon; and Silvanus, bishop of the churches about Emesa.

τῶν δ’ ἐπὶ Φοινίκης μαρτύρων γένοιντ’ ἂν ἐπισημότατοι τὰ πάντα θεοφιλεῖς τῶν λογικῶν Χριστοῦ θρεμμάτων ποιμένες, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τυρὸν ἐκκλησίας, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμισαν ἐκκλησιῶν ἐπίσκοπος.

8.13.4

4. The last of these, with others, was made food for wild beasts at Emesa, and was thus received into the ranks of martyrs. The other two glorified the word of God at Antioch through patience unto death. The bishop was thrown into the depths of the sea. But Zenobius, who was a very skillful physician, died through severe tortures which were applied to his sides.

ἀλλ’ οὗτος μὲν θηρίων βορὰ μεθ’ ἑτέρων ἐπ’ αὐτῆς ἐμίσης γενόμενος χοροῖς ἀνελήφθη μαρτύρων, τῶν δ’ ἐπ’ Ἀντιοχείας ἄμφω τὸν τοῦ θεοῦ λόγον διὰ τῆς εἰς θάνατον ὑπομονῆς ἐδοξασάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς, ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις.

8.13.5

5. Of the martyrs in Palestine, Silvanus, bishop of the churches about Gaza, was beheaded with thirty-nine others at the copper mines of Phæno. There also the Egyptian bishops, Peleus and Nilus, with others, suffered death by fire.

τῶν δ’ ἐπὶ Παλαιστίνης μαρτύρων Σιλβανὸς, ἐπίσκοπος τῶν ἀμφὶ τὴν Γάζαν ἐκκλησιῶν, κατὰ τὰ ἐν Φαίνοι χαλκοῦ μέταλλα σὺν ἑτέροις ἑνὸς δέουσι τὸν ἀριθμὸν τεσσαράκοντα τὴν κεφαλὴν ἀποτέμνεται, Αἰγύπτιοί τε αὐτόθι Πήλευς καὶ Νεῖλος ἐπίσκοποι μεθ’ ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν.

8.13.6

6. Among these we must mention Pamphilus, a presbyter, who was the great glory of the parish of Cæsarea, and among the men of our time most admirable.

καὶ τὸ μέγα δὲ κλέος τῆς Καισαρέων παροικίας ἐν τούτοις ἡμῖν μνημονευέσθω Πάμφιλος πρεσβύτερος, τῶν καθ’ ἡμᾶς θαυμασιώτατος, οὗ τῶν ἀνδραγαθημάτων τὴν ἀρετὴν κατὰ τὸν δέοντα καιρὸν ἀνεγράψαμεν.

8.13.7

7. The virtue of his manly deeds we have recorded in the proper place. Of those who suffered death illustriously at Alexandria and throughout Egypt and Thebais, Peter, bishop of Alexandria, one of the most excellent teachers of the religion of Christ, should first be mentioned; and of the presbyters with him Faustus, Dius and Ammonius, perfect martyrs of Christ; also Phileas, Hesychius, Pachymius and Theodorus, bishops of Egyptian churches, and besides them many other distinguished persons who are commemorated by the parishes of their country and region.

It is not for us to describe the conflicts of those who suffered for the divine religion throughout the entire world, and to relate accurately what happened to each of them. This would be the proper work of those who were eye-witnesses of the events. I will describe for posterity in another work those which I myself witnessed.

τῶν δ’ ἐπ’ Ἀλεξανδρείας καθ’ ὅλης τε Αἰγύπτου καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων πρῶτος Πέτρος, αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, θεῖόν τι χρῆμα διδασκάλων τῆς ἐν Χριστῷ θεοσεβείας, ἀναγεγράφθω, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος καὶ Δῖος καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος καὶ Παχύμιος καὶ Θεόδωρος, τῶν ἀμφὶ τὴν Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι, μυρίοι τε ἐπὶ τούτοις ἄλλοι διαφανεῖς, οἱ πρὸς τῶν κατὰ χώραν καὶ τόπον παροικιῶν μνημονεύονται, ὧν ἀνὰ τὴν πᾶσαν οἰκουμένην ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἠγωνισμένων γραφῇ παραδιδόναι τοὺς ἄθλους, ἐπ’ ἀκριβές τε ἕκαστα τῶν περὶ αὐτοὺς συμβεβηκότων ἱστορεῖν, οὐχ ἡμέτερον, τῶν δ’ ὄψει τὰ πράγματα παρειληφότων ἴδιον ἂν γένοιτο. οἷς γε μὴν αὐτὸς παρεγενόμην, τούτους καὶ τοῖς μεθ’ ἡμᾶς γνωρίμους δι’ ἑτέρας ποιήσομαι γραφής.

8.13.8

8. But in the present book I will add to what I have given the revocation issued by our persecutors, and those events that occurred at the beginning of the persecution, which will be most profitable to such as shall read them.

κατά γε μὴν τὸν παρόντα λόγον τὴν παλινῳδίαν τῶν περὶ ἡμὰς εἰργασμένων τοῖς εἰρημένοις ἐπισυνάψω, τά τε ἐξ ἀρχῆς τοῦ διωγμοῦ συμβεβηκότα, χρησιμώτατα τυγχάνοντα τοῖς ἐντευξομένοις.

8.13.9

9. What words could sufficiently describe the greatness and abundance of the prosperity of the Roman government before the war against us, while the rulers were friendly and peaceable toward us? Then those who were highest in the government, and had held the position ten or twenty years, passed their time in tranquil peace, in festivals and public games and most joyful pleasures and cheer.

τὰ μὲν οὖν πρὸ τοῦ καθ’ ἡμῶν πολέμου τῆς Ῥωμαίων ἡγεμονίας, ἐν ὅσοις δὴ χρόνοις τὰ τῶν ἀρχόντων φίλιά τε ἡμῖν ἦν καὶ εἰρηναῖα, ὁπόσης ἀγαθῶν εὐφορίας καὶ εὐετηρίας ἠξίωτο, τίς ἂν ἐξαρκέσειε λόγος διηγήσασθαι; ὁπότε καὶ οἱ μάλιστα τῆς καθόλου κρατοῦντες ἀρχῆς, δεκαετηρίδας καὶ εἰκοσαετηρίδας τῆς βασιλείας ἐκπλήσαντες, ἐν ἑορταῖς καὶ πανηγύρεσι, φαιδροτάταις τε θαλίαις καὶ εὐφροσύναις μετὰ πάσης εὐσταθοῦς διετέλουν εἰρήνης.

8.13.10

10. While thus their authority was growing uninterruptedly, and increasing day by day, suddenly they changed their peaceful attitude toward us, and began an implacable war. But the second year of this movement was not yet past, when a revolution took place in the entire government and overturned all things.

οὕτω δ’ αὐτοῖς ἀπαραποδίστως αὐξούσης καὶ ἐπὶ μέγα ὁσημέραι προιούσης τῆς ἐξουσίας, ἀθρόως τῆς πρὸς ἡμὰς εἰρήνης μεταθέμενοι, πόλεμον ἄσπονδον ἐγείρουσιν, οὔπω δ’ αὐτοῖς τῆς τοιασδὶ κινήσεως δεύτερον ἔτος πεπλήρωτο, καί τι περὶ τὴν ὅλην ἀρχὴν νεώτερον γεγονὸς τὰ πάντα πράγματα ἀνατρέπει.

8.13.11

11. For a severe sickness came upon the chief of those of whom we have spoken, by which his understanding was distracted; and with him who was honored with the second rank, he retired into private life. Scarcely had he done this when the entire empire was divided; a thing which is not recorded as having ever occurred before.

νόσου γὰρ οὐκ αἰσίας τῷ πρωτοστάτῃ τῶν εἰρημένων ἐπισκηψάσης, ὑφ’ ἧς δὴ καὶ τὰ τῆς διανοίας εἰς ἔκστασιν αὐτῷ παρήγετο, σὺν τῷ μετ’ αὐτὸν δευτερείοις τετιμημένῳ τὸν δημώδη καὶ ἰδιωτικὸν ἀπολαμβάνει βίον· οὔπω δὲ ταὐτ’ αὐτῷ οὕτω πέπρακτο, καὶ διχῆ τὰ πάντα τῆς ἀρχῆς διαιρεῖται, πρᾶγμα μηδ’ ἄλλοτέ πω πάλαι γεγονὸς μνήμῃ παραδεδομένον.

8.13.12

12. Not long after, the Emperor Constantius, who through his entire life was most kindly and favorably disposed toward his subjects, and most friendly to the Divine Word, ended his life in the common course of nature, and left his own son, Constantine, as emperor and Augustus in his stead. He was the first that was ranked by them among the gods, and received after death every honor which one could pay to an emperor.

χρόνου δ’ οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις εὐνοικώτατα, τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ σεβαστὸν ἀνθ’ ἑαυτοῦ καταλιπὼν, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, πρῶτός τε ἐν θεοῖς ἀνηγορεύετο παρ’ αὐτοῖς, ἁπάσης μετὰ θάνατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλέων,

8.13.13

13. He was the kindest and mildest of emperors, and the only one of those of our day that passed all the time of his government in a manner worthy of his office. Moreover, he conducted himself toward all most favorably and beneficently. He took not the smallest part in the war against us, but preserved the pious that were under him unharmed and unabused. He neither threw down the church buildings, nor did he devise anything else against us. The end of his life was honorable and thrice blessed. He alone at death left his empire happily and gloriously to his own son as his successor,—one who was in all respects most prudent and pious.

ὃς δὴ καὶ μόνος τῶν καθ’ ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον, καὶ τἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτὸν, τοῦ δὲ καθ’ ἡμῶν πολέμου μηδαμῶς ἐπικοινωνήσας, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτὸν θεοσεβεῖς ἀβλαβεῖς καὶ ἀνεπηρεάστους φυλάξας, καὶ μήτε τῶν ἐκκλησιῶν τοὺς οἴκους καθελὼν, μήθ’ ἕτερόν τι καθ’ ἡμῶν καινουργήσας, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόχῳ γνησίῳ παιδὶ, πάντα σωφρονεστάτῳ τε καὶ εὐσεβεστάτῳ, τελευτήσας.

8.13.14

14. His son Constantine entered on the government at once, being proclaimed supreme emperor and Augustus by the soldiers, and long before by God himself, the King of all. He showed himself an emulator of his father’s piety toward our doctrine. Such an one was he.

But after this, Licinius was declared emperor and Augustus by a common vote of the rulers.

τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος, βασιλεὺς τελεώτατος καὶ σεβαστός πρὸς τῶν στρατοπέδων, καὶ ἔτι πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθεὶς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. καὶ οὗτος μὲν τοι- οὗτος. Λικίννιος δὲ ἐπὶ τούτοις ὑπὸ κοινῆς ψήφου τῶν κρατούντων αὐτοκράτωρ καὶ σεβαστὸς ἀναπέφηνε.

8.13.15

15. These things grieved Maximinus greatly, for until that time he had been entitled by all only Cæsar. He therefore, being exceedingly imperious, seized the dignity for himself, and became Augustus, being made such by himself. In the mean time he whom we have mentioned as having resumed his dignity after his abdication, being detected in conspiring against the life of Constantine, perished by a most shameful death. He was the first whose decrees and statues and public monuments were destroyed because of his wickedness and impiety.

ταῦτα Μαξιμῖνον δεινῶς ἐλύπει, μόνο Καίσαρα παρὰ πάντας εἰσέτι τότε χρηματίζοντα, ὃ δὴ οὖν τὰ μάλιστα τυραννικὸς ὢν, παραρπάσας ἑαυτῷ τὴν ἀξίαν, σεβαστὸς ἦν, αὐτὸς ὑφ’ ἑαυτοῦ γεγονώς· ἐντούτῳ δὲ Κωνσταντίνῳ μηχανὴν θανάτου συρράπτων ἁλοὺς ὁ μετὰ τὴν ἀπόθεσιν ἐπανῃρῆσθαι δεδηλωμένος, αἰσχίστῳ καταστρέφει θανάτῳ. πρῴ του δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς, ἀνδριάντας τ’ καὶ ὅσα τοιαῦτα ἐπ’ ἀναθέσει νενόμισται, ὡς ἀνοσίο καὶ δυσσεβεστάτου καθῄρουν.

8.14.1 The Character of the Enemies of Religion

1. Maxentius his son, who obtained the government at Rome, at first feigned our faith, in complaisance and flattery toward the Roman people. On this account he commanded his subjects to cease persecuting the Christians, pretending to religion that he might appear merciful and mild beyond his predecessors.

[Nic. H. E. VII. 1] Τούτου παῖς Ma ξίντιος, ὁ τὴν ἐπὶ Ῥῴμης τυραννίδα συστησάμενος, ἀρχόμενος μὲν τὴν καθ’ ἡμᾶς πίστιν ἐπ’ ἀρεσκείᾳ καὶ κολακείᾳ τοῦ δήμου Ῥωμαίων καθυπεκρίνατο, ταύτῃ τε τοῖς ὑπηκόοις τὸν κατὰ Χριστιανῶν ἀνεῖναι προστάττει διωγμὸν, εὐσέβειαν ἐπιμορφάζων, ὡς ἂν δεξιὸς καὶ πολὺ πρᾶος παρὰ τοὺς προτέρους φανείη·

8.14.2

2. But he did not prove in his deeds to be such a person as was hoped, but ran into all wickedness and abstained from no impurity or licentiousness, committing adulteries and indulging in all kinds of corruption. For having separated wives from their lawful consorts, he abused them and sent them back most dishonorably to their husbands. And he not only practiced this against the obscure and unknown, but he insulted especially the most prominent and distinguished members of the Roman senate.

οὐ μὴν οἶος ἔσεσθαι ἠλπίσθη, τοιοῦτος ἔργοις ἀναπέφηνεν, εἰς πάσας δ’ ἀνοσιουργίας ὀκείλας οὐδὲν ὅ τι μιαρίας ἔργον καὶ ἀκολασίας παραλέλοιπε, μοιχείας τε καὶ παντοίας ἐπιτελῶν φθοράς· διαζευγνύς γε τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον γαμετὰς, ταύτας ἐνυβρίζων, ἀτιμότατα τοῖς ἀνδράσιν αὖθις ἀπέπεμπε, καὶ ταῦτ’ οὐκ ἀσήμοις οὐδ’ ἀφανέσιν ἐγχειρῶν ἐπετήδευεν, ἀλλ’ αὐτῶν δὴ μάλιστα τῶν τὰ πρῶτα τῆς Ῥωμαίων συγκλήτου ἀπενηνεγμένων ἐμπαροινῶν τοῖς ἐξοχωτάτοις.

8.14.3

3. All his subjects, people and rulers, honored and obscure, were worn out by grievous oppression. Neither, although they kept quiet, and bore the bitter servitude, was there any relief from the murderous cruelty of the tyrant. Once, on a small pretense, he gave the people to be slaughtered by his guards; and a great multitude of the Roman populace were slain in the midst of the city, with the spears and arms, not of Scythians and barbarians, but of their own fellow-citizens.

οἱ πάντες δ’ αὐτὸν ὑποπεπτηχότες δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι. καὶ οὐδ’ ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν, ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος· ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ’ αὐτὸν δορυφόροις ἐκδίδωσι, καὶ ἐκτείνετο μυρία τοῦ δήμου Ῥωμαίων πλήθη ἐπὶ μέσης τῆς πόλεως, οὐ Σκυθῶν οὐδὲ βαρβάρων, ἀλλ’ αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις.

8.14.4

4. It would be impossible to recount the number of senators who were put to death for the sake of their wealth; multitudes being slain on various pretenses.

συγκλητικῶν γε μὴν φόνος ὁπόσος δι’ ἐπιβουλὴν ἐνηργεῖτο τῆς οὐσίας οὐδ’ ἐξαριθμήσασθαι δυνατὸν ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων.

8.14.5

5. To crown all his wickedness, the tyrant resorted to magic. And in his divinations he cut open pregnant women, and again inspected the bowels of newborn infants. He slaughtered lions, and performed various execrable acts to invoke demons and avert war. For his only hope was that, by these means, victory would be secured to him.

ἡ δὲ τῶν κακῶν τῷ τυράννῳ κορωνὶς ἐπὶ γοητείαν ἤλαυνε, μαγικαῖς ἐπινοίαις τοτὲ μὲν γυναῖκας ἐγκύμονας ἀνασχίζοντος, τοτὲ δὲ νεογνῶν σπλάγχνα βρεφῶν διερευνωμένου, λέοντάς τε κατασφάττοντος, καί τινας ἀρρητοποιίας ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου συνισταμένου· διὰ τούτων γὰρ αὐτῷ τὰ τῆς νίκης κατορθωθήσεσθαι ἡ πᾶσα ἐτύγχανεν ἐλπίς.

8.14.6

6. It is impossible to tell the ways in which this tyrant at Rome oppressed his subjects, so that they were reduced to such an extreme dearth of the necessities of life as has never been known, according to our contemporaries, either at Rome or elsewhere.

οὗτος μὲν οὖν ἐπὶ Ῥώμης τυραννῶν οὐδ’ ἔστιν εἰπεῖν οἷα δρῶν τοὺς ὑπηκόους κατεδουλοῦτο, ὡς ἤδη καὶ τῶν ἀναγκαίων τροφῶν ἐν ἐσχάτῃ σπάνει καὶ ἀπορίᾳ καταστῆναι, ὅσην ἐπὶ Ῥώμης οὐδ’ ἄλλοτε οἶ καθ’ ἡμᾶς γενέσθαι μνημονεύουσιν.

8.14.7

7. But Maximinus, the tyrant in the East, having secretly formed a friendly alliance with the Roman tyrant as with a brother in wickedness, sought to conceal it for a long time. But being at last detected, he suffered merited punishment.

ὁ δ’ ἐπ’ ἀνατολῆς τύραννος Μαξιμῖνος, ὡσὰν πρὸς ἀδελφὸν τὴν κακίαν πρὸς τὸν ἐπὶ Ῥώμης φιλίαν κρύβδην σπενδόμενος, ἐπὶ πλεῖστον χρόνον λανθάνειν ἐφρόντιζε, φωραθείς γέ τοι ὕστερον δίκην τίννυσι τὴν ἀξίαν.

8.14.8

8. It was wonderful how akin he was in wickedness to the tyrant at Rome, or rather how far he surpassed him in it. For the chief of sorcerers and magicians were honored by him with the highest rank. Becoming exceedingly timid and superstitious, he valued greatly the error of idols and demons. Indeed, without soothsayers and oracles he did not venture to move even a finger, so to speak.

ἦν δὲ θαυμάσαι ὅπως καὶ οὗτος τὰ συγγενῆ καὶ ἀδελφὰ 5 μᾶλλον δὲ κακίας τὰ πρῶτα καὶ τὰ νικητήρια τῆς τοῦ κατὰ Ῥώμην τυράννου κακοτροπίας ἀπενηνεγμένος. γοήτων τε γὰρ καὶ μάγων οἱ πρῶτοι τῆς ἀνωτάτω παρ’ αὐτῶ τιμῆς ἠξίωντο, ψοφοδεοῦς εἰς τὰ μάλιστα καὶ δεισιδαιμονεστάτου καθεστῶτος, τήν τε περὶ τὰ εἴδωλα καὶ τοὺς δαίμονας περὶ πολλοῦ τιθεμένου πλάνην. μαντειῶν γοῦν δίχα καὶ χρησμῶν οὐδὲ μέχρις ὄνυχος, ὡς εἰπεῖν, τολμᾶν τι κινεῖν οἷός τε ἦν.

8.14.9

9. Therefore he persecuted us more violently and incessantly than his predecessors. He ordered temples to be erected in every city, and the sacred groves which had been destroyed through lapse of time to be speedily restored. He appointed idol priests in every place and city; and he set over them in every province, as high priest, some political official who had especially distinguished himself in every kind of service, giving him a band of soldiers and a body-guard. And to all jugglers, as if they were pious and beloved of the gods, he granted governments and the greatest privileges.

οὗ χάριν καὶ τῷ καθ’ ἡμῶν σφοδρότερον ἤ οἱ πρόσθεν καὶ πυκνότερον ἐπετίθετο διωγμῷ, νεὼς κατὰ πάσαν πόλιν ἐγείρειν, καὶ τὰ χρόνου μήκει καθῃρημένα τεμένη διὰ σπουδῆς ἀνανεοῦσθαι προστάττων, ἱερέας τε εἰδώλων κατὰ πάντα τόπον καὶ πόλιν· καὶ ἐπὶ τούτων ἑκάστης ἐπαρχίας ἀρχιερέα, τῶν ἐν πολιτείαις ἕνα γέ τινα τὸν μάλιστα ἐμφανῶς διὰ πάσης ἐμπρέψαντα λειτουργίας, μέτα στρατιωτικοῦ στίφους καὶ δορυφορίας ἐκτάσσων, ἀνέδην τε πάσι γόησιν, ὡσὰν εὐσεβέσι καὶ θεῶν προσφιλέσιν, ἡγεμονίας καὶ τὰς μεγίστας προνομίας δωρούμενος.

8.14.10

10. From this time on he distressed and harassed, not one city or country, but all the provinces under his authority, by extreme exactions of gold and silver and goods, and most grievous prosecutions and various fines. He took away from the wealthy the property which they had inherited from their ancestors, and bestowed vast riches and large sums of money on the flatterers about him.

ἐκ δὴ τούτων ὁρμώμενος πόλιν μὲν οὐ μίαν οὐδὲ χώραν, ὅλας δὲ ἄρδην τὰς ὑπ’ αὐτὸν ἐπαρχίας χρυσοῦ καὶ ἀργύρου καὶ χρημάτων ἀμυθήτων εἰσπράξεσιν, ἐπισκήψεσί τε βαρυτάταις καὶ ἄλλοτε ἄλλαις καταδίκαις ἠνία καὶ κατεπίεζε. τῶν γε μὴν εὐπόρων τὰς ἐκ προγόνων περιποιηθείσας οὐσίας ἀφαιρούμενος, πλούτους ἀθρόως καὶ σωροὺς χρημάτων τοῖς ἀμφ’ αὐτὸν κόλαξιν ἐδωρεῖτο.

8.14.11

11. And he went to such an excess of folly and drunkenness that his mind was deranged and crazed in his carousals; and he gave commands when intoxicated of which he repented afterward when sober. He suffered no one to surpass him in debauchery and profligacy, but made himself an instructor in wickedness to those about him, both rulers and subjects. He urged on the army to live wantonly in every kind of revelry and intemperance, and encouraged the governors and generals to abuse their subjects with rapacity and covetousness, almost as if they were rulers with him.

παροινίας γε μὴν καὶ μέθης εἰς τοσαύτην ἠνέχθη φορὰν ὡς ἐν τοῖς πότοις παρακόπτειν καὶ τῶν φρενῶν παρεξίστασθαι, τοιαῦτά τε μεθύοντα προστάττειν οἷα ἀνανήψαντα αὐτὸν τῇ ὑστεραίᾳ εἰς μετάμελον ἄγειν· κραιπάλης δὲ καὶ ἀσωτίας μηδενὶ καταλιπὼν ὑπερβολὴν, κακίας διδάσκαλον τοῖς ἀμφ’ αὐτὸν ἄρχουσί τε καὶ ἀρχομένοις ἑαυτὸν καθίστη, θρύπτεσθαι μὲν τὸ στρατιωτικὸν διὰ πάσης τρυφῆς τε καὶ ἀκολασίας ἐνάγων, ἡγεμόνας δὲ καὶ στρατοπεδάρχας δι’ ἁρπαγῶν καὶ πλεονεξίας χωρεῖν κατὰ τῶν ὑπηκόων, μονονουχὶ συντυραννοῦντας αὐτῷ, προκαλούμενος.

8.14.12

12. Why need we relate the licentious, shameless deeds of the man, or enumerate the multitude with whom he committed adultery? For he could not pass through a city without continually corrupting women and ravishing virgins.

τί δεῖ τὰς ἐμπαθεῖς τἀνδρὸς αἰσχρουργίας μνημονεύειν; ἢ τῶν πρὸς αὐτοῦ μεμοιχευμένων ἀπαριθμεῖσθαι τὴν πληθύν; οὐκ ἦν γέ τοι πόλιν αὐτὸν παρελθεῖν, μὴ οὐχὶ ἐκ παντὸς φθορὰς γυναικῶν παρθένων τε ἁρπαγὰς εἰργασμένον.

8.14.13

13. And in this he succeeded with all except the Christians. For as they despised death, they cared nothing for his power. For the men endured fire and sword and crucifixion and wild beasts and the depths of the sea, and cutting off of limbs, and burnings, and pricking and digging out of eyes, and mutilations of the entire body, and besides these, hunger and mines and bonds. In all they showed patience in behalf of religion rather than transfer to idols the reverence due to God.

κατὰ πάντων γέ τοι αὐτῷ ταῦτα προυχώρει, μὴ ὅτι μόνων Χριστιανῶν, οἴ θανάτου καταφρονήσαντες παρ’ οὐδὲν αὐτοῦ τὴν τοσαύτην ἔθεντο τυραννίδα. οἱ μὲν γὰρ ἄνδρες ἀνατλάντες πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθοὺς, ἀποτομάς τε μελῶν καὶ καυτῆρας, καὶ ὀφθαλμῶν κεντήσεις τε καὶ ἐξορύξεις, καὶ τοῦ παντὸς σώματος ἀκρωτηριασμοὺς, λιμόν τε ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ, ἐπὶ πάντων μᾶλλον ὑπομονὴν τὴν ὑπὲρ εὐσεβείας ἐνεδείξαντο ἢ τὸ σέβας τὸ εἰς θεὸν εἰδώλοις ἀντικατηλλάξαντο.

8.14.14

14. And the women were not less manly than the men in behalf of the teaching of the Divine Word, as they endured conflicts with the men, and bore away equal prizes of virtue. And when they were dragged away for corrupt purposes, they surrendered their lives to death rather than their bodies to impurity.

αἶ δ’ αὖ γυναῖκες οὐχ ἧττον τῶν ἀνδρῶν ὑπὸ τῆς τοῦ θείου λόγου διδασκαλίας ἠρρενωμέναι, αἶ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς Ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δὲ ἐπὶ φθορὰν ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα τῇ φθορᾷ παραδεδώκασι.

8.14.15

15. One only of those who were seized for adulterous purposes by the tyrant, a most distinguished and illustrious Christian woman in Alexandria, conquered the passionate and intemperate soul of Maximinus by most heroic firmness. Honorable on account of wealth and family and education, she esteemed all of these inferior to chastity. He urged her many times, but although she was ready to die, he could not put her to death, for his desire was stronger than his anger.

μόνη γοῦν τῶν ἄλλων ὑπὸ τοῦ τυράννου μεμοιχευμένων Χριστιανὴ τῶν ἐπ’ Ἀλεξανδρείας ἐπισημοτάτη τε καὶ λαμπροτάτη τὴν ἐμπαθῆ καὶ ἀκόλαστον Μαξιμίνου ψυχὴν δι’ ἀνδρειοτάτου παραστήματος ὐπερεξενίκησεν, ἔνδο- ξος μὲν τἄλλα πλούτῳ τε καὶ γένει καὶ παιδείᾳ, πάντα γε μὴν δεύτερα σωφροσύνης τεθειμένη, ἣν καὶ πολλὰ λιπαρήσας κτεῖναι μὲν ἑτοίμως θνήσκειν ἔχουσαν οὐχ οἷός τε ἦν, τῆς ἐπιθυμίας μᾶλλον τοῦ θυμοῦ κατακρατούσης αὐτοῦ, φυγῇ δὲ ζημιώσας πάσης ἀφείλετο τῆς οὐσίας.

8.14.16

16. He therefore punished her with exile, and took away all her property. Many others, unable even to listen to the threats of violation from the heathen rulers, endured every form of tortures, and rackings, and deadly punishment.

These indeed should be admired. But far the most admirable was that woman at Rome, who was truly the most noble and modest of all, whom the tyrant Maxentius, fully resembling Maximinus in his actions, endeavored to abuse.

μυρίαι δ’ ἄλλαι πρὸς τῶν κατ’ ἔθνος ἀρχόντων πορνείας ἀπειλὴν μηδ’ ἀκοῦσαι δεδυνημέναι πᾶν εἶδος βασάνων καὶ στρεβλώσεων καὶ θανατηφόρου κολάσεως ὑπέστησαν. θαυμασταὶ μὲν οὖν καὶ αὗται, ὑπερφυῶς γε μὴν θαυμασιωτάτη ἡ ἐπὶ Ῥώμης εὐγενεστάτη τῷ ὄντι καὶ σωφρονεστάτη γυνὴ πασῶν, αἷς ἐμπαροινεῖν ὁ ἐκεῖσε τύραννος Μαξέντιος τὰ ὅμοια Μαξιμίνῳ δρῶν ἐπειρᾶτο.

8.14.17

17. For when she learned that those who served the tyrant in such matters were at the house (she also was a Christian), and that her husband, although a prefect of Rome, would suffer them to take and lead her away, having requested a little time for adorning her body, she entered her chamber, and being alone, stabbed herself with a sword. Dying immediately, she left her corpse to those who had come for her. And by her deeds, more powerfully than by any words, she has shown to all men now and hereafter that the virtue which prevails among Christians is the only invincible and indestructible possession.

ὡς γὰρ ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο, Χριστιανὴ δὲ καὶ αὕτη ἦν), τόν τε ἄνδρα τὸν αὐτῆς, καὶ ταῦτα Ῥωμαίων ὄντα ἔπαρχον, τοῦ δέους ἕνεκα λαβόντας ἄγειν αὐτὴν ἐπιτρέψαντα, εἰς βραχὺν ὑποπαραιτησαμένη, ὡς ἂν δὴ κατακοσμηθείη τὸ σῶμα, εἴσεισιν ἐπὶ τοῦ ταμιείου, καὶ μονωθεῖσα ξίφος καθ’ ἑαυτῆς πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλιμπάνει, ἔργοις δ’ αὐτοῖς ἁπάσης φωνῆς γεγωνοτέροις, ὅτι μόνον χρημάτων ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ παρὰ Χριστιανοῖς νοῖς ἀρετὴ πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετὰ ταῦτα γενησομένους ἐξέφηνε.

8.14.18

18. Such was the career of wickedness which was carried forward at one and the same time by the two tyrants who held the East and the West. Who is there that would hesitate, after careful examination, to pronounce the persecution against us the cause of such evils? Especially since this extreme confusion of affairs did not cease until the Christians had obtained liberty.

τοσαύτη δῆτα κακίας φορὰ ὑφ’ ἔνα καὶ τὸν αὐτὸν συνηνέχθη καιρὸν, πρὸς τῶν δύο τυράννων ἀνατολὴν καὶ δύσιν διειληφότων κατεργασθεῖσα. τίς δ’ ἂν τὴν τῶν τοσούτων διερευνώμενος αἰτίαν διστάξαι μὴ οὐχὶ τὸν καθ’ ἡμῶν διωγμὸν ἀποφήνασθαι; ὅτε γε ἁλιστὰ οὐ πρότερον τὰ τῆς τοσῆσδε πέπαυτο συγχύσεως ἢ Χριστιανοὺς τὰ τῆς παρρησίας ἀπολαβεῖν.

8.15 The Events which happened to the Heathen

1. During the entire ten years of the persecution, they were constantly plotting and warring against one another. For the sea could not be navigated, nor could men sail from any port without being exposed to all kinds of outrages; being stretched on the rack and lacerated in their sides, that it might be ascertained through various tortures, whether they came from the enemy; and finally being subjected to punishment by the cross or by fire.

2. And besides these things shields and breastplates were preparing, and darts and spears and other warlike accoutrements were making ready, and galleys and naval armor were collecting in every place. And no one expected anything else than to be attacked by enemies any day. In addition to this, famine and pestilence came upon them, in regard to which we shall relate what is necessary in the proper place.

[Nic. H. E. VII, 2] Διὰ παντός γέ τοι τοῦ κατὰ τὸν διωγμὸν δεκαέτους χρόνου τῶν εἰς ἐπιβουλὴν καὶ πόλεμον τὸν κατ᾿ ἀλλήλων οὐδὲν αὐτοὺς διαλέλοιπεν. ἄπλωτα μὲν γὰρ τὰ κατὰ θάλατταν ἦν, οὐδ᾿ ἐξῆν ποθὲν καταπλεύσαντας μὴ οὐχὶ πάσαις αἰκίαις ὑπάγεσθαι, στρεβλουμένους καὶ τὰς πλευρὰς καταξαινομένους, βασάνοις τε παντοίαις, μὴ ἄρα παρὰ τῶν δι᾿ ἐναντίας ἐχθρῶν ἥκοιεν, ἀνακρινομένους, καὶ τέλος σταυροῖς ἢ τῇ διὰ πυρὸς ὑπαγομένους κολάσει.

ἀσπίδων ἐπὶ τούτοις καὶ θωράκων παρασκευαὶ, βελῶν τε καὶ δοράτων καὶ τῆς ἄλλης πολεμικῆς παρατάξεως ἑτοιμασίαι, τριήρων τε καὶ τῶν πατὰ ναυμαχίαν ὅπλων, κατὰ πάντα συνεκροτοῦντο τόπον, οὐδ᾿ ἦν ἄλλο τι παντί τῳ προσδοκᾶν ἢ πολεμίων κατὰ πᾶσαν ἔφοδον ἡμέραν. τούτοις καὶ ὁ μετὰ ταῦτα λιμός τε καὶ λοιμὸς ἐγκατασκήπτει, περὶ ὧν κατὰ καιρὸν ἱστορήσομεν τα` δέοντα.

8.16.1 The Change of Affairs for the Better

1. Such was the state of affairs during the entire persecution. But in the tenth year, through the grace of God, it ceased altogether, having begun to decrease after the eighth year. For when the divine and heavenly grace showed us favorable and propitious oversight, then truly our rulers, and the very persons by whom the war against us had been earnestly prosecuted, most remarkably changed their minds, and issued a revocation, and quenched the great fire of persecution which had been kindled, by merciful proclamations and ordinances concerning us.

[Nic. H. E. VII, 2] Τοιαῦτ᾿ ἦν τὰ δια` παντὸς τοῦ διωγμοῦ παρατετακότα, δεκάτῳ μὲν ἔτει σὺν θεοῦ χάριτι παντελῶς πεπαυμένου, λωφᾶν γε μὴν μετ᾿ ὄγδοον ἔτος ἐναρξαμένου. ὡς γὰρ τὴν εἰς ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεων ἡ θεία καὶ οὐράνιος χάρις ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ καθ᾿ ἡμᾶς ἄρχοντες, αὐτοὶ δὴ ἐκεῖνοι δι᾿ ὧν πάλαι τὰ τῶν καθ᾿ ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξότατα μεταθέμενοι τὴν γνώμην παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασι καὶ διατάγμασιν ἡμερωτάτοις τὴν ἐπὶ μέγα ἁφθεῖσαν τοῦ διωγμοῦ πυρκαϊὰν σβεννύντες.

8.16.2

2. But this was not due to any human agency; nor was it the result, as one might say, of the compassion or philanthropy of our rulers;—far from it, for daily from the beginning until that time they were devising more and more severe measures against us, and continually inventing outrages by a greater variety of instruments;—but it was manifestly due to the oversight of Divine Providence, on the one hand becoming reconciled to his people, and on the other, attacking him who instigated these evils, and showing anger toward him as the author of the cruelties of the entire persecution.

οὐκ ἀνθρώπινον δέ τι τούτου κατέ- στῆ αἴτιον, οὐδ’ οἶκτος, ὡς ἂν φαίη τις, ἤ φιλανθρωπία τῶν ἀρχόντων· πολλοῦ δεῖ· πλείω γὰρ ὁσημέραι καὶ χαλεπώτερα ἀρχῆθεν εἰς ἐκεῖνο τοῦ καιροῦ τὰ καθ’ ἡμῶν αὐτοῖς ἐπενοεῖτο, ποικιλωτέραις μηχαναῖς ἄλλοτε ἄλλως τὰς καθ’ ἡμῶν αἰκίας ἐπικαινουργούντων· ἀλλ’ αὐτῆς γε τῆς θείας προνοίας ἐμφανὴς ἡ ἐπίσκεψις, τῷ μὲν αὐτῆς καταλλαττομένης λαῷ, τῷ δ’ αὐθέντῃ τῶν κακῶν ἐπεξιούσης καὶ πρωτοστάτῃ τῆς τοῦ παντὸς διωγμοῦ κακίας ἐπιχολουμένης.

8.16.3

3. For though it was necessary that these things should take place, according to the divine judgment, yet the Word saith, “Woe to him through whom the offense cometh.” Therefore punishment from God came upon him, beginning with his flesh, and proceeding to his soul.

καὶ γὰρ εἴ τι ταῦτ’ ἐχρῆν κατὰ θείαν γενέσθαι κρίσιν, ἀλλὰ οὐαὶ, φησὶν ὁ λόγος, δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. μέτεισι γοῦν αὐτὸν θεήλατος κόλασις, ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς, καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα.

8.16.4

4. For an abscess suddenly appeared in the midst of the secret parts of his body, and from it a deeply perforated sore, which spread irresistibly into his inmost bowels. An indescribable multitude of worms sprang from them, and a deathly odor arose, as the entire bulk of his body had, through his gluttony, been changed, before his sickness, into an excessive mass of soft fat, which became putrid, and thus presented an awful and intolerable sight to those who came near.

ἀθρόα μὲν γὰρ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται αὐτῷ, εἶθ’ ἕλκος ἐν βάθει συριγγῶδες, καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτω σπλάγχνων, ἀφ’ ὧν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν, θανατώδη τε ὀδμὴν ἀποπνέειν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας αὐτῷ καὶ πρὸ τῆς νόσου εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν.

8.16.5

5. Some of the physicians, being wholly unable to endure the exceeding offensiveness of the odor, were slain; others, as the entire mass had swollen and passed beyond hope of restoration, and they were unable to render any help, were put to death without mercy.

ἰατρῶν δ’ οὖν οἱ μὲν οὐδ’ ὅλως ὑπομεῖναι τὴν τοῦ δυσώδους ὑπερβάλλουσαν ἀτοπίαν οἷοί τε κατεσφάττοντο, οἱ δὲ διῳδηκότος τοῦ παντὸς ὄγκου καὶ εἰς ἀνέλπιστον σωτηρίας ἀποπεπτωκότος μηδὲν ἐπικουρεῖν δυνάμενοι ἀνηλεῶς ἐκτείνοντο.

8.17.1 The Revocation of the Rulers

1. Wrestling with so many evils, he thought of the cruelties which he had committed against the pious. Turning, therefore, his thoughts toward himself, he first openly confessed to the God of the universe, and then summoning his attendants, he commanded that without delay they should stop the persecution of the Christians, and should by law and royal decree, urge them forward to build their churches and to perform their customary worship, offering prayers in behalf of the emperor. Immediately the deed followed the word.

[Nic. H. E. VII, 2-23] τοσούτοις παλαίων κακοῖς συναίσθησιν τῶν κατὰ τῶν θεοσεβῶν αὐτῷ τετολμημένων ἴσχει. συναγαγὼν δ’ οὖν εἰς ἑαυτὸν τὴν διάνοιαν πρῶτα μὲν ἀνθωμολογεῖτο τῷ τῶν ὅλων θεῷ, εἶτα τοὺς ἀμφ’ αὐτὸν ἀνακαλέσας, μηδὲν ὑπερθεμένους τὸν κατὰ ἀποπαῦσαι διωγμὸν, νόμῳ τε καὶ δόγματι βασιλικῷ τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχειν τε καὶ τὰ συνήθη διαπράττεσθαι, εὐχὰς ὑπὲρ τοῦ βασιλείου ποιουμένους, προστάττει.

8.17.2

2. The imperial decrees were published in the cities, containing the revocation of the acts against us in the following form:

αὐτίκα γοῦν ἔργου τῷ λόγῳ παρηκολουθηκότος ἥπλωτο κατὰ πόλεις βασιλικὰ διατάγματα, τὴν παλινῳδίαν τῶν καθ’ ἡμᾶς τοῦτον περιέχοντα τὸν τρόπον·

“

8.17.3

3. “The Emperor Cæsar Galerius Valerius Maximinus, Invictus, Augustus, Pontifex Maximus, conqueror of the Germans, conqueror of the Egyptians, conqueror of the Thebans, five times conqueror of the Sarmatians, conqueror of the Persians, twice conqueror of the Carpathians, six times conqueror of the Armenians, conqueror of the Medes, conqueror of the Adiabeni, Tribune of the people the twentieth time, Emperor the nineteenth time, Consul the eighth time, Father of his country, Proconsul;

Αὐτοκράτωρ Καῖσαρ Γαλέριος Οὐαλέριος Μαξιμῖνος, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, Γερμανικὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Θηβαι·κὸς μέγιστος, Σαρματι- “κὸς μέγιστος πεντάκις, Περσῶν μέγιστος δὶς, Καρ- “πῶν μέγιστος ἑξάκις, Ἀρμενίων μέγιστος, Μηδῶν μέγιστος, Ἀδιαβηνῶν μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ εἰκοστὸν, αὐτοκράτωρ τὸ ἐννεακαιδέκατον “ὕπατος τὸ ὄγδοον, πατὴρ πατρίδος, ἀνθύπατος· “

8.17.4

4. and the Emperor Cæsar Flavius Valerius Constantinus, Pius, Felix, Invictus, Augustus, Pontifex Maximus, Tribune of the people, Emperor the fifth time, Consul, Father of his country, Proconsul;

καὶ αὐτοκράτωρ Καῖσαρ Φλάουιος Κωνσταντῖνος, εὐσεβὴς, εὐτυχὴς, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας “τὸ πέμπτον, αὐτοκράτωρ τὸ πέμπτον, ὕπατος, πατὴρ ‘πατρίδος, ἀνθύπατος·

8.17.5

5. and the Emperor Cæsar Valerius Licinius, Pius, Felix, Invictus, Augustus, Pontifex Maximus, Tribune of the people the fourth time, Emperor the third time, Consul, Father of his country, Proconsul; to the people of their provinces, greeting:

καὶ αὐτοκράτωρ Καῖσαρ “Οὐαλέριος Λικιννιανὸς, εὐσεβὴς, εὐτυχὴς, ἀνίκη- “τος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ τέταρτον, αὐτοκράτωρ τὸ τρίτον, ὕπατος, ‘πατὴρ πατρίδος, ἀνθύπατος, ἐπαρχιώταις ἰδίοις “χαίρειν.

8.17.6

6. “Among the other things which we have ordained for the public advantage and profit, we formerly wished to restore everything to conformity with the ancient laws and public discipline of the Romans, and to provide that the Christians also, who have forsaken the religion of their ancestors, should return to a good disposition.

μεταξὺ τῶν λοιπῶν, ἅπερ ὑπὲρ τοῦ “χρησίμου καὶ λυσιτελοῦς τοῖς δημοσίοις διατυπού- “μεθα, ἡμεῖς μὲν βεβουλήμεθα πρότερον κατὰ τοὺς “ἀρχαίους νόμους καὶ τὴν δημοσίαν ἐπιστήμην τὴν “τῶν ἅπαντα ἐπανορθώσασθαι, καὶ τού- “του πρόνοιαν ποιήσασθαι, ἔνα καὶ οἶ Χριστιανοὶ, “οἵτινες τῶν γονέων τῶν ἑαυτῶν καταλελοίπασι τὴν “αἵρεσιν, εἰς ἀγαθὴν πρόθεσιν ἐπανέλθοιεν·

8.17.7

7. For in some way such arrogance had seized them and such stupidity had overtaken them, that they did not follow the ancient institutions which possibly their own ancestors had formerly established, but made for themselves laws according to their own purpose, as each one desired, and observed them, and thus assembled as separate congregations in various places.

ἐπεί- “περ περ τινὶ λογισμῷ τοσαύτη αὐτοὺς πλεονεξία κατε- “σχήκει καὶ ἄνοια κατειλήφει ὡς μὴ ἕπεσθαι τοῖς “ὑπὸ τῶν πάλαι καταδειχθεῖσιν, ἅπερ ἴσως πρότερον “καὶ οἶ γονεῖς αὐτῶν ἦσαν καταστήσαντες, ἀλλὰ “κατὰ τὴν αὐτῶν πρόθεσιν καὶ ὡς ἕκαστος ἐβού- “λετο, οὕτως ἑαυτοῖς καὶ νόμους ποιῆσαι, καὶ τού- “τους παραφυλάττειν, καὶ ἐν διαφόροις διάφορα “πλήθη συνάγειν.

8.17.8

8. When we had issued this decree that they should return to the institutions established by the ancients, a great many submitted under danger, but a great many being harassed endured all kinds of death.

τοιγαροῦν τοιούτου ὑφ’ ἡμῶν “προστάγματος παρακολουθήσαντος, ὥστε ἐπὶ τὰ “ὑπὸ τῶν ἀρχαίων κατασταθέντα ἑαυτοὺς μεταστήσαιεν, πλεῖστοι μὲν κινδύνῳ ὑποβληθέντες, πλεῖ- “στοι δὲ ταραχθέντες παντοίους θανάτους ὑπέφερον· “

8.17.9

9. And since many continue in the same folly, and we perceive that they neither offer to the heavenly gods the worship which is due, nor pay regard to the God of the Christians, in consideration of our philanthropy and our invariable custom, by which we are wont to extend pardon to all, we have determined that we ought most cheerfully to extend our indulgence in this matter also; that they may again be Christians, and may rebuild the conventicles in which they were accustomed to assemble, on condition that nothing be done by them contrary to discipline. In another letter we shall indicate to the magistrates what they have to observe.

καὶ ἐπειδὴ τῶν πολλῶν τῇ αὐτῇ ἀπονοίᾳ διαμε- “νόντων ἑωρῶμεν μήτε τοῖς θεοῖς τοῖς ἐπουρανίοις “τὴν ὀφειλομένην θρησκείαν προσάγειν αὐτοὺς, μήτε “τῷ τῶν Χριστιανῶν προσέχειν, ἀφορῶντες εἰς τὴν ‘ἡμετέραν φιλανθρωπίαν καὶ τὴν διηνεκῆ συνήθειαν, “δι’ ἧς εἰώθαμεν ἅπασιν ἀνθρώποις συγγνώμην “ἀπονέμειν, προθυμότατα καὶ ἐν τούτῳ τὴν συγχώ- “ρησιν ῥῆσιν τὴν ἡμετέραν ἐπεκτεῖναι δεῖν ἐνομίσαμεν, ἵνα “αὖθις ὦσι Χριστιανοὶ, καὶ τοὺς οἴκους, ἐν οἷς συν- “ήγοντο, συνθῶσιν οὕτως ὥστε μηδὲν ὑπεναντίον τῆς ἐπιστήμης αὐτοὺς πράττειν· δι’ ἑτέρας δὲ ἐπι- “στολῆς τοῖς δικασταῖς δηλώσομεν τί αὐτοὺς παρα- “φυλάξασθαι δεήσει.

8.17.10

10. Wherefore, on account of this indulgence of ours, they ought to supplicate their God for our safety, and that of the people, and their own, that the public welfare may be preserved in every place, and that they may live securely in their several homes.”

ὅθεν κατὰ ταύτην τὴν “συγχώρησιν τὴν ἡμετέραν ὀφείλουσι τὸν ἑαυτῶν “θεὸν ἱκετεύειν περὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ “τῶν δημοσίων καὶ τῆς ἑαυτῶν, ἔνα κατὰ πάντα τρόπον καὶ τὰ δημόσια παρασχεθῇ ὑγιῆ, καὶ ἀμέ- “ριμνοι ζῆν ἐν τῇ ἑαυτῶν ἑστίᾳ δυνηθῶσι.”

8.17.11

11. Such is the tenor of this edict, translated, as well as possible, from the Roman tongue into the Greek. It is time to consider what took place after these events.

That which follows is found in Some Copies in the Eighth Book.

1. The author of the edict very shortly after this confession was released from his pains and died. He is reported to have been the original author of the misery of the persecution, having endeavored, long before the movement of the other emperors, to turn from the faith the Christians in the army, and first of all those in his own house, degrading some from the military rank, and abusing others most shamefully, and threatening still others with death, and finally inciting his partners in the empire to the general persecution. It is not proper to pass over the death of these emperors in silence.

2. As four of them held the supreme authority, those who were advanced in age and honor, after the persecution had continued not quite two years, abdicated the government, as we have already stated, and passed the remainder of their lives in a common and private station.

3. The end of their lives was as follows. He who was first in honor and age perished through a long and most grievous physical infirmity. He who held the second place ended his life by strangling, suffering thus according to a certain demoniacal prediction, on account of his many daring crimes.

4. Of those after them, the last, of whom we have spoken as the originator of the entire persecution, suffered such things as we have related. But he who preceded him, the most merciful and kindly emperor Constantius, passed all the time of his government in a manner worthy of his office. Moreover, he conducted himself towards all most favorably and beneficently. He took not the smallest part in the war against us, and preserved the pious that were under him unharmed and unabused. Neither did he throw down the church buildings, nor devise anything else against us. The end of his life was happy and thrice blessed. He alone at death left his empire happily and gloriously to his own son as his successor, one who was in all respects most prudent and pious. He entered on the government at once, being proclaimed supreme emperor and Augustus by the soldiers;

5. and he showed himself an emulator of his father’s piety toward our doctrine. Such were the deaths of the four of whom we have written, which took place at different times.

6. Of these, moreover, only the one referred to a little above by us, with those who afterward shared in the government, finally published openly to all the above-mentioned confession, in the written edict which he issued.

ταῦτα κατὰ τὴν τῶν Ῥωμαιων φωνὴν ἐπὶ τὴν Ἑλλάδα γλῶτταν κατὰ τὸ δυνατὸν μεταληφθέντα τοῦτον ἔχει τὸν τρόπον. τί δὴ οὖν ἐπὶ τούτοις γίνεται ἐπιθεωρῆσαι καιρός.

Philip Schaff and Henry Wace (eds.), New York: Christian Literature Publishing Co., 1890-1900. Public domain: English translation first published 1885-1900 (Nicene and Post-Nicene Fathers, Second Series). Greek: First1KGreek transcription of public-domain editions, CC BY-SA 4.0 (Open Greek and Latin).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.